Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ξιφοειδεῖ σχήματι. βραχίων δὲ ἑκάτερος κατὰ ἄρθρον διήρμοσται τῷ τοῦ ὤμου. ἐμβάλλει δὲ τῇ ἑαυτοῦ κεφαλῇ πλαγίως εἰς τὴν κοιλότητα τῆς ὠμοπλάτης. ἐπίκεινται δὲ αἱ ὠμοπλάται μυσὶν τοῖς ὑπεστρωμένοις ταῖς πλευραῖς ἐκ τῶν ὄπισθεν. πῆχυς δὲ καὶ κερκὶς παράκεινται μὲν ἀλλήλοις κατὰ σύμφυσιν, συμβάλλουσιν δὲ καὶ τοῦ βραχίονος τῇ ἑτέρᾳ κεφαλῇ κατ᾿ ἄρθρον. τρισὶ μὲν γὰρ ἑαυτοῦ κονδύλοις εἰς τὴν σιγματοειδῆ τοῦ πήχεος ἀναγλυφὴν ἐναρμόζεται ὁ βραχίων. τῷ δὲ τετάρτῳ κονδύλῳ ὡς περὶ κνώδακα ἡ κερκὶς περιστρέφεται. καρποῦ δὲ τὰ ὀστᾶ τρία μὲν ὄντα πρὸς μὲν ἄλληλα συμφύσει δέδενται· πρὸς δὲ πῆχυν καὶ κερκίδα κατ᾿ ἄρθρον διήρμοσται. τὰ δὲ τοῦ μετακαρπίου πέντε ἐστὶν· ἄρθρον δὲ καὶ αὐτὰ ποιεῖ πρὸς τὰ τοῦ καρποῦ, πρὸς ταῦτα γὰρ συμπέφυκε. τὰ δὲ τοῦ καρποῦ πρὸς μὲν αὐτὰ καὶ πρὸς τὰ τοῦ μετακαρπίου συμφύσει συνέχεται, πρὸς δὲ τὰς πρώτας τῶν δακτύλων σκυταλίδας κατ᾿ ἄρθρον συμβάλλονται. δακτύλων δὲ σκυταλίδες μὲν καθ᾿ ἕκαστον τρεῖς, κατ᾿ ἄρθρον δὲ ἡ σύνθεσις αὐτῶν. μηροῦ δὲ 

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download