Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

διαφέρει δὲ αἵματος ἔκκρισις καὶ αἵματος ἀναγωγή. ἡ μὲν γὰρ ἢ ἀπὸ πνεύμονος ἢ ἀπὸ τῆς τραχείας ἀρτηρίας γίνεται· ἡ δὲ ἀπὸ στομάχου καὶ τὸ αἷμα μελάντερον φαίνεται, τὸ δὲ ἀπὸ θώρακος ξανθότερον καὶ ἀφρίζον, ἔπειτα τῷ τὸ μὲν μετὰ βηχὸς ἀνάγεσθαι, τὸ δὲ ἄνευ βηχός. πολλάκις δὲ καὶ ἀπὸ κεφαλῆς διὰ τῶν τῆς ὑπερώας τρημάτων εἰς τὸ στόμα καταφερόμενον τὸ αἷμα, ἀναγωγῆς φαντασίαν παρέχει οὐκ οὖσαν. τόποι δὲ ἔξ ὧν κυρίως τὸ αἷμα ἀνάγεται τρεῖς, πρῶτος μὲν τὸ φαρύγετρον, καὶ ἀκινδυνοτέρα καὶ εὐιατοτέρα ἐντεῦθεν ἡ τοῦ αἵματος ἀναγωγή, δεύτερος ἀπὸ τῆς τραχείας ἀρτηρίας, καὶ δυσίατος αὕτη ἡ διαφορὰ καὶ κινδυνώδης, τρίτος ἡ ἀπὸ τοῦ πνεύμονος πασῶν δυσιατοτέρα καὶ κινδυνωδεστέρα, ἐφ᾿ ἧ μάλιστα καὶ τὸ ἐμπύημα καὶ ἡ φθίσις, ὥς φησιν Ἱπποκράτης. ἐφ᾿ αἵματος πτύσει πύου πτύσις· ἐπὶ πύου πτύσει φθίσις· ἐπὶ φθίσει θάνατος. δοκεῖ δέ τισι καὶ ἀπὸ πλευροῦ αἷμα ἀνάγεσθαι. ἀμφίβολος δὲ οὗτος ὁ τρόπος. ἴασις δὲ αἵματος ἀναγωγῆς ἐπισχεθῆναι τὸ αἷμα, ἢ διὰ φλεβοτομίας μετοχετεύσαντα καὶ 

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download