Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ὡς τὰ δι᾿ ἐλλεβόρου καὶ ἐμετικὰ πάντα, τὰ δὲ κάτωθεν παραλαμβάνεται, ὡς τὰ διὰ σκαμμωνίας καὶ ἀλόης καὶ ἐλατηρίου καὶ κολοκυνθίδος καὶ εὐφορβίου καὶ κόκκου κνιδίου καὶ τῶν τοιούτων. τρίτα δὲ τούτοις τετάχθω καὶ τὰ πρὸς ἕλμινθας πλατείας, οἷά ἐστι τὸ διὰ κέρατος ἐλαφείου καὶ ἡδυόσμου καὶ πεπέρεως. ἔστι δὲ καὶ τέταρτον εἶδος τῶν κεφαλὴν μόνην καθαιρόντων διὰ στόματος καὶ ῥινῶν ἃ παραλαμβάνεται ἰδίως. ἐπί τε τῶν ἐν τῇ κεφαλῇ καὶ τοῖς ὀφθαλμοῖς παθῶν καὶ τὰ πλεῖστα ἐπὶ ἰκτέρων. ἁρμόζουσι δὲ αἱ μὲν διὰ τῶν ἄνω καθάρσεις πρὸς ἀνασκευὴν τῶν χρονίων. καιρὸς δὲ αὐτῶν τὰ διαλείμματα. αἱ δὲ κάτωθεν, πρὸς τὰ ὀξέα νοσήματα κατάλληλοι, πλευρίτιδας καὶ περιπνευμονίας. καιρὸς δὲ αὐτῶν πάντων ἡ ἄνεσις τῶν ἐπὶ μέρους παροξυσμῶν. τῆς δὲ πρὸς τὰ ἐκτὸς φαρμακείας εἴδη ἐστὶν ἕνδεκα. τὰ μὲν γὰρ αὐτῶν διαφορητικὰ, τὰ δὲ συμπεπτικὰ, τὰ δὲ ἔναιμα, τὰ δὲ πυοποιὰ, τὰ δὲ ἀνακαθαρτικὰ, τὰ δὲ ἀναπληρωτικὰ, τὰ δὲ κατασταλτικὰ, τὰ δὲ 

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download