Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

τὰς δὲ μελικηρίδας καὶ τὰ ἀθερώματα μυρσινοειδῶς, ἢ καὶ ἁπλῶς διαιροῦντες τὴν ἐπιφάνειαν, εἶτα ἀποδέροντες τοῖς δακτύλοις τοὺς χιτῶνας, σὺν τοῖς ἐνοῦσιν ὑγροῖς κομιζόμεθα. τὰ δὲ ὑδροκέφαλα τὰ μὲν ὑπὸ τὸ δέρμα καὶ τὸ περικράνιον δύο που ἢ τρισὶν εὐθείαις διαιρέσεσι κενοῦμεν. τὰ δὲ ὑπὸ τὰ ὀστᾶ ἐκκόπτοντες. τὰ δὲ μεταξὺ μήνιγγος καὶ ἐγκεφάλου ἀθεράπευτα. πᾶν δὲ εἶδος τῶν ἐν κεφαλῇ καταγμάτων τῇ ἐκκοπῇ ὑπάγεται διὰ ἐκκοπέων περιαιρουμένων τὸ κατεαγὸς τῶν ὀστῶν. οἱ μὲν οὖν παλαιοὶ χοινικίοις πρίοντες ταῖς διὰ τῆς περιστρεφομένης ἐξέκοπτον αὐτά· οἱ δὲ μετὰ ταῦτα κεφαλοτρυπάνοις, ἕδρας παρέχοντες τοῖς ἐκκοπεῦσιν. οἱ δὲ νῦν μόνοις τοῖς ἐκκοπεῦσιν ἀρκοῦνται. τῶν δὲ περὶ ὀφθαλμοὺς παθῶν ταῦτα χειρουργίαις ὑπάγεται, τριχίασις, ὑδατίδες, ἐγκανθίδες, πτερύγια, σταφυλώματα, ὑποχύματα, ῥεύματα χρόνια καὶ ὑπερβάλλοντα, λιθίασις περὶ τὰ βλέφαρα, σύμφυσις εἰς αὐτὸ τῶν περὶ τοὺς ὀφθαλμοὺς αἰγίλωψ. τὰ μὲν οὖν κεχαλασμένα βλέφαρα ἀναῤῥάπτομεν καὶ καταῤῥάπτομεν ἀφαιροῦντες 

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download