Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

αὐτῶν ταινίδιον τὸ σύμμετρον καὶ κατὰ τὸ σχῆμα τῶν βλεφάρων. ἐπὶ δὲ τῶν μὴ κεχαλασμένων ἀναβροχίζοντες τὰς τρίχας διὰ βελόνης. τὰς δὲ ὑδατίδας κομιζόμεθα κατ᾿ ἰδίαν βάλλοντες. τὰς δὲ ἐγκανθίδας καὶ πτερύγια καὶ τὰ σταφυλώματα περιαιροῦμεν, τὰ μὲν σταφυλώματα λίνον διείραντες καὶ ἀποβροχίζοντες, τὰ δὲ πτερύγια καὶ τὰς ἐγκανθίδας ἢ λίνῳ ἀνατείναντες, ἢ ἀγκίστρῳ. τὰ δὲ ὑποχύματα κατάγομεν, παρακεντοῦντες περὶ τὴν ἴριν, ἐκ τοῦ πρὸς τῷ μικρῷ κανθῷ μέρους μέχρι κενεμβατήσει καὶ παρακεντήσει· εἶτα πλαγιάζοντες ἐπὶ τὴν ἴριν τῷ ἄκρῳ αὐτοῦ τὸ συνεστὸς κατὰ τὴν κόρην ὑγρὸν κατάγομεν ξύοντες καὶ σφίγγοντες, ὥστε μὴ ἀναβλέψαι. τὸ δὲ ῥεῦμα ἵστησιν ὑποσπαθισμός τε καὶ περισκυθισμὸς καὶ ἀγγειολογία. ὁ μὲν οὖν ὑποσπαθισμὸς γίνεται τριῶν διαιρέσεων ὑπὲρ μετώπου διδομένων· εἶτα τῆς σπαθομήλης διεκβαλλομένης διὰ τῶν μεταξὺ σωμάτων. ὁ δὲ περισκυθισμὸς τοιοῦτός ἐστι· διαιρεῖται ἐπὶ ἐγκαρσίαις διαιρέσεσι τὸ μέτωπον, οἷον στεφανιαία. καθ᾿ ἕτερον δὲ μέρος αὐτῆς, μικρὸν ἀνωτέρω τῶν κροτάφων ἀφαιρεῖταί τινα τρίγωνα, ἐοικότα τὸ σχῆμα τῷ Δ στοιχείῳ. ἡ δὲ ἀγγειολογία ἐπιτελεῖται τῶν κεκρυμμένων

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download