Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἀγγείων ἀπὸ κροτάφου ἐπὶ κρόταφον διαιρουμένων εἰς βάθος. τὴν δὲ τῶν βλεφάρων λιθίασιν ἰώμεθα διαιροῦντες τὸ βλέφαρον ἐπὶ πολὺ καὶ κομιζόμενοι τὸν λίθον ἀσκύλτως. τὰ δὲ συμπεφυκότα βλέφαρα ἀναπτύξαντες σμίλῃ διαστέλλομεν τιλτοῖς ξυροῖς τοὺς δὲ αἰγίλωπας περιαιροῦντες μέχρι ὀστοῦ καυτῆρσι διακαίομεν. εἰσὶ δὲ οἳ ἀντὶ καυστηρίου κεφαλοτρεπάνῳ τιτρῶσι τὸ ὀστοῦν, ὡς ἐπὶ τὴν ῥῖνα. τὰ δὲ ἐν ῥινὶ συνιστάμενα, πολύποδας μὲν περιαιροῦμεν στενῷ σμιλαρίῳ καὶ ξυστῆρι ὕστερον ἀποξύομεν τὰς ῥίζας. αἱ δὲ ὄζαιναι ὡς ἐπὶ τὸ πολὺ ἀθεράπευτοι· ἡ δὲ αὐτὴ ἐγχείρησις καὶ ἐπὶ τούτων. τῶν δὲ ἐν τῷ στόματι ἐπουλίδας μὲν καὶ παρουλίδας διαιροῦμεν, ὅταν πυοποιήσωμεν. τὰς δὲ κεχαλασμένας σταφυλὰς ἀμέτρως ἐκτέμνομεν μυδίῳ λαβόμενοι, τοὺς δὲ ὀδόντας ἐξαιροῦμεν περιχαράσσοντες. τοὺς δὲ ἐν παρισθμίοις ὑπεραίροντας τὸ κατὰ φύσιν ἀδένας περιαιροῦμεν τοῖς ἀντιοτόμοις. τὰ δὲ ἐν τῷ τραχήλῳ στεατώματα καὶ χοιράδας διαιροῦντες τὴν ἐπιφάνειαν καὶ ἀποδέροντες τοῖς δακτύλοις, λύοντες τὴν πλοκὴν τῶν ἀγγείων

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download