Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

κομιζόμεθα. τὰ δὲ γαγγλία ἐν τοῖς μετακαρπίοις μὲν ὡς ἐπὶ τὸ πολὺ γίνεται καὶ γυναιξὶν ἐριουργοῖς τὰ πλεῖστα ἐκθλῶμεν, ἃ δὴ καὶ κηρώμασιν ἐκμαλασσόμενα καθίσταται. τὰ δὲ ἐν μασχάλαις φύματα καὶ χοιράδας μετὰ περιαιρέσεως τέμνομεν. ὁμοίως δὲ καὶ τὰς ἐν βουβῶσι. τὰ δὲ ἐν μεσοπλευρίῳ ἀποστήματα διαιροῦντες οὐκ ἀθρόως ποιούμεθα τοῦ πύου τὴν ἔκκρισιν, ἀλλὰ πρὸς μέτρον. εἰσὶ δὲ οἳ καὶ διακαίουσιν αὐτά. καρκινώματα γίνεται μὲν ἐν πολλοῖς μέρεσι τοῦ σώματος, μάλιστα δὲ περὶ τοὺς μασθούς. περιαιρεῖται δὲ ἔνθ᾿ ἂν ᾖ καὶ καυστηρίοις διακαίεται οὐ σφόδρα πεπυρωμένοις. εἰσὶ δὲ οἳ ξυραφίοις πεπυρωμένοις ὁμοῦ τέμνουσι καὶ διακαίουσιν. ἐξόμφαλοι δὲ πάντες μὲν οἱ ἔχοντες ἐν ὑπεροχῇ τὸν ὀμφαλὸν λέγονται. διαφορὰς δὲ ἔχουσι τρεῖς. οἱ μὲν γὰρ αὐτῶν πνευματόμφαλοι, οἱ δὲ ἐντερόμφαλοι, οἱ δὲ ὑδρόμφαλοι. πᾶσαι δὲ αἱ διαφοραὶ ὑπάγονται χειρουργίαις, λίνου διπλοῦ διὰ βελόνης διεμβαλλομένου καὶ περισφιγγομένου τοῦ ὀμφαλοῦ. τοὺς δὲ ὑδεριῶντας παρακεντοῦμεν μικρὸν ὑπὸ τὸν ὀμφαλὸν, ἐκ τῶν εὐωνύμων σιδηρᾷ μυρ- σίνῃ μέχρι κενεμβατήσῃ. τῶν δὲ λειποδέρμων διττὴ

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download