Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

καὶ συστέλλεσθαι μὴ δυναμένης, διὰ καθετῆρος κομιζόμεθα τὸ οὖρον. ἔοικε δὲ ὁ καθετὴρ τῷ ῥωμαϊκῷ σίγμα S. καθίεται δὲ εἰς τὸν καυλὸν διὰ τῆς οὐρήθρας μέχρι τῆς κύστεως, ἔχοντες ἐν αὐτῷ ῥάμμα ἐπ᾿ ἄκρου ἔχον ἐρίου βραχὺ προκύπτον προβρεχόμενον τῷ οὔρῳ, ἔπειτα ἑλκόμενον εἰς τὰ ἐκτός· συνέπεται δὲ αὐτῷ τὸ οὖρον, εἰς ἔκκρισιν οἷον ὁδηγοῦν τι αὐτῷ. τῶν δὲ περὶ ὄσχεον συνισταμένων ὄγκων εἴδη εἰσὶν ἑπτὰ, ὑδροκήλη, πωροκήλη, στεατοκήλη, σαρκοκήλη, ἐπιπλοκήλη, κιρσοκήλη, ἐντεροκήλη. εἰσὶ δὲ ἐφ᾿ ὧν καὶ ἐπιπλέκεται ταῦτα, οἷον ὑδρεντεροκήλη, σαρκοεπιπλοκήλη. ἐπὶ μὲν οὖν τῶν ὑδροκηλικῶν διελόντα δεῖ τὸ ὄσχεον καὶ κατὰ τὸ φλεβωδέστατον ἐντυχόντα τῷ χιτῶνι τῷ τὸ ὑγρὸν περιέχοντι κενῶσαι καὶ τὰ περισσὰ τοῦ χιτῶνος ἐπαφαιρεῖν. ἐφ᾿ ὧν δὲ ἄνευ τοῦ χιτῶνός ἐστιν, ἐκκρίναντες τὸ ὑγρὸν ἀρκούμεθα. τὰς δὲ στεατοκήλας καὶ πωροκήλας τέμνειν χρὴ, ὁμοίως ὑπερβάλλοντας τῇ ἀριστερᾷ χειρὶ τὸ ὄσχεον, ἔπειτα διαιρεῖν ἐξ ἐπιπολῆς ἕως ἐντύχωμεν τῷ στέατι, ἢ πώρῳ, ἢ ὅ τι ἂν ᾖ καὶ τοῦτο κομιζόμεθα. 

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download