Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

καὶ οἱ σαρκοκηλικοὶ δὲ ὁμοίως χειρίζονται. δεῖ μόνην τὴν πρὸς δὲ τὴν ὑποπίπτουσαν σάρκα λευκανθίζουσαν περιαιρεῖν, τὴν δὲ ἐρυθρὰν ἀποδέροντα καὶ ἀπαλλοτριοῦντα τότε ἀφαιρεῖν τὰ ἐγκαταλείμματα. ἐπὶ δὲ τῶν κιρσοκηλῶν ἀνατείνας ἀγκίστρῳ ἐξ ἐπιπολῆς διαιρῶν καὶ ἀναλαβὼν τὸν κιρσὸν καὶ ἀποδείρας ἀπολιπὼν ὡσεὶ μικροῦ δακτύλου τὸ πλάτος, τὸ δὲ λοιπὸν ἀνατείνων ἀπόκοπτε. φυλακτέον δὲ ἀκριβῶς ἐπὶ τῶν συμπεπλεγμένων κρεμαστήρων, ἢ διδύμων. τοὺς δὲ ἐντεροκηλικοὺς καὶ ἐπιπλοκηλικοὺς οὕτω τέμνομεν ἀναπιέσαντες τὸ ἔντερον, ἢ τὸν ἐπίπλουν ἀκριβῶς, εἶτα τὸν σπερματικὸν πόρον ἀφαιροῦμεν ὅσον δυνάμεθα. εἰ δὲ μὴ τὸ περιτόναιον ἐπισπασάμενοι καὶ ἐπιβροχήσαντες περιαιροῦμεν. τὰς δὲ αἱμοῤῥοΐδας λίνον λεπτὸν διπλοῦν, διὰ τῶν βάσεων αὐτῶν διείροντες ἀποσφίγγοντες, μετὰ δύο ὥρας ἀποτέμνομεν. τῶν δὲ συρίγγων αἱ μέν εἰσιν ἀσύντρητοι, μόνον τὸ στόμα ἔχουσαι. αἱ δὲ συντετρημέναι, ἢ ἔνδον εἰς τὸν δακτύλιον, ἢ ἔξωθεν. ἐπὶ μὲν οὖν τῶν συντετρημένων εἰς τὸν δακτύλιον διαβάλλων τὴν μηλωτίδα, εἶτα τὸν δάκτυλον καθεὶς εἰς τὴν

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download