Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

τὰ μὲν πρὸς τοῖς ὀφθαλμοῖς ὅλοις, καθὰ ἡ συμβολὴ αὐτῶν πρὸς ἄλληλα γίνεται, ταρσοὶ ὀνομάζονται, ἐξ ὧν ἐκπεφύκασι τρίχες, αἳ βλεφαρίδες λέγονται, ἀφ᾿ ὧν πεφύκασι τὰ ὀνόματα ἀπενεγκάμεναι. γεγόνασι δὲ πρὸς τὸ ἀπευθύνειν τὸ ὁρατικὸν πνεῦμα ἢ, ὥς τινες λέγουσι, τὰς ἔνδοθεν ἐκχεομένας ἀκτῖνας εἰς τὸ διορᾷν. ἀμέλει τούτων ἐκπεσουσῶν, κατακλωμένων, οὐκέτι ὁμοίως ἐπ᾿ εὐθὺ, οὐδὲ ἐπὶ μακρὸν δύναται βλέπειν τὸ ζῶον. τὰ δὲ ἐντὸς τοῦ ὀφθαλμοῦ πέρατα, καθ᾿ ἃ αἱ συμφύσεις τῶν βλεφάρων, κανθοὶ καλοῦνται, ὁ μὲν πρὸς τὴν ῥῖνα ὁ μέγας, μικρὸς δὲ ὁ πρὸς τὸ οὖς. τὸ δὲ μεταξὺ αὐτῶν, τὸ λευκὸν τοῦ ὀφθαλμοῦ, οὖ ἐν μέσῳ ἡ ἴρις κύκλος ποικίλος τοῖς χρώμασι, διὸ καὶ ἴρις ἐκλήθη, ἀπὸ τῆς πρὸς τὴν ὑπαίθριον ἴριν ἐμφερείας. ταύτης δὲ πάλιν τὸ μεσαίτατον κόρη, δι᾿ ἧς τὸ ὁρᾷν συντελεῖται. ἡ δὲ ῥὶς μεταξὺ τῶν ὀφθαλμῶν τέτακται, ταύτης δὲ τὰ μὲν ἑκατέρωθεν μυκτῆρες ἢ μυξωτῆρες καλοῦνται, δι᾿ ὧν ἀναπνεῖ τε καὶ ὀσφραίνεται τὰ ζῶα. μυκτήρων δὲ τὰ μὲν ἔξωθεν πτερύγια, τὸ δὲ διορίζον αὐτὰ κίων. ἑκατέρωθεν

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download