Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

καλούμεναι δύο μικρὸν διεστῶσαι, δι᾿ ὧν τένοντες καὶ νεῦρα καταφέρονται· εἶτα ἄλλα δύο ἐπάνω τῶν ἀκουστικῶν πόρων, τὰ ζυγοειδῆ καλούμενα ὀστᾶ· ὑπὸ δὲ ταῦτα λιθοειδῆ ὀστᾶ δύο καὶ ταῦτα. ἔμπροσθεν δὲ αἱ βελονοειδεῖς ἐκφύσεις. ἐγένοντο δὲ εἰς διάστασιν τοῦ φαρυγγέτρου. καὶ λέγεται ὑοειδὲς ὀστοῦν, καθ᾿ ὃ χόνδρῳ συνδεῖται αὐτῶν τὰ ἄκρα. ἐπάνω δὲ τούτων τὰ ἀνώνυμα, ὦν κατὰ τὸ ἔμπροσθεν μέρος κεῖται τὸ πολύμορφον. κατὰ δὲ σύμφυσιν τὰ τῆς ἄνω γνάθου ὀστᾶ σύγκειται. συμφύσεις δὲ ἔχει τὸ πρόσωπον ἐννέα, μίαν μὲν κατ᾿ εὐρυχωρίαν ἑκατέραν τῶν ὀφθαλμῶν τεταγμένην· δύο δὲ ἐκ πλαγίων τῆς ῥινός καὶ ἄλλην μέσην τὴν ῥῖνα ἐπ᾿ εὐθείας τέμνουσαν. δύο δὲ κατὰ μῆλα καὶ δύο κατὰ τῆς ὑπερώας πλαγίας. μίαν δὲ ἐπ᾿ εὐθείας διαιροῦσαν καὶ τέμνουσαν τὴν ὑπερώαν. κοιναὶ δὲ προσώπου καὶ κεφαλῆς αἱ ἐπὶ τῶν ζυγωμάτων. ὀστᾶ δὲ προσώπου δώδεκα, ῥινὸς δύο. ὀφθαλμῶν δύο. μήλων δύο, ὑπερώας τέσσαρα. τὰ τῶν φατνίων δύο, τὰ τοῖς πτερυγίοις ὅμοια. ἡ δὲ κάτω γνάθος κατ᾿ ἐνίους μὲν δύο ἐστὶν ὀστᾶ

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download