Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

συμπεφυκότα κατὰ τὸ γένειον· κατ᾿ ἐνίους δὲ ἕν. κατὰ γόμφωσιν δὲ σύγκεινται οἱ ὀδόντες, ἐγγεγόμφωνται γὰρ τοῖς φατνίοις. εἰσὶ δὲ τὸν ἀριθμὸν λβ΄. ἔν τε τῇ ἄνω καὶ κάτω γνάθῳ. τομεῖς ὀκτώ. κυνόδοντες τέσσαρες, μυλίται εἴκοσι. τῶν δὲ ἄλλων ὀστῶν αἱ μὲν κλεῖδες πρὸς μὲν τὸ ἀκρώμιον συμφυεῖς δέδενται, πρὸς δὲ τὸ στέρνον μίγμα ἄρθρου καὶ συμφύσεως δοκοῦσιν ποιεῖσθαι. ἐοίκασι δὲ τῷ σχήματι τῷ ῥωμαϊκῷ σίγμα (S), καὶ αὐτῷ ἡπλωμένῳ. ἑξῆς δὲ πλευραί. δώδεκα γὰρ αἱ πᾶσαι καθ᾿ ἑκάτερον πλευρόν. ἑπτὰ δὲ αὐτῶν πρός τε τοὺς τῆς ῥάχεως σπονδύλους καὶ πρὸς τὸ στέρνον συνάπτουσιν ἑκατέρωθεν. αἱ δὲ λοιπαὶ πέντε τῇ μὲν ῥάχει συμβάλλουσιν ἐκ τῶν ὄπισθεν, κατὰ δὲ τὰ ἔμπροσθεν εἰς ἀλλήλας ἀνανεύουσαι, χόνδρῳ συνδέονται. οἱ δὲ σπόνδυλοι εἰκοσιτέσσαρες μὲν οἱ πάντες. διαιροῦνται δὲ τραχήλου μὲν ἑπτά· νώτου δώδεκα· ὀσφύος δὲ πέντε. ἐπὶ πᾶσι δὲ τὸ ἱερὸν ὀστοῦν, δοκοῦν ἐκ σπονδύλων συγκεῖσθαι συμπεφυκότων ἀλλήλοις. τὸ δὲ στέρνον ὁμοίως καὶ αὐτὸ δοκεῖ ἐκ τῶν ἑπτὰ ὀστῶν συγκεῖσθαι, συμπεφυκότων ἀλλήλοις ἐν τῷ

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download