Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἓν μὲν ὀστοῦν. συμβάλλει δὲ ἐπικεκαμμένῃ μετρίως τῇ κεφαλῇ αὐτοῦ εἰς βαθεῖαν κοτύλην τοῦ ἰσχίου καὶ νεύρῳ ἀπήρτηται ἐκφυομένῳ ἐκ μέσης τῆς κοτύλης καὶ ἐμφυομένῳ εἰς μέσην τὴν κεφαλὴν τοῦ μηροῦ. τὰ δὲ ἰσχία δύο ὄντα ὀστᾶ, ἐκ μὲν τῶν ὄπισθεν κατὰ σύμφυσιν παράκεινται τῷ ἱερῷ ὀστῷ· ἐκ δὲ τῶν ἔμπροσθεν ἀλλήλοις, ἔνθα καὶ ἥβης ὀστᾶ καλεῖται. κνήμης δὲ ἑκατέρας, δύο μὲν τὰ ὀστᾶ, τότε τῆς κνήμης καὶ τὸ τῆς περόνης. οὐκ ἐξικνεῖται δὲ ἡ περόνη πρὸς τὸ κατὰ γόνυ ἄρθρον, ἀλλὰ μόνον τὸ τῆς κνήμης ἄκρον, τέσσαρας ἔχον ἐν αὐτῷ ἐπιπολαίους τύπους, εἰς οὓς ὑποδέχεται τοὺς τοῦ μηροῦ κονδύλους δύο ὄντας. ἐπίκειται δὲ αὐτοῖς ἡ ἐπιγονατὶς, ἐκ τῶν ἔμπροσθεν ὀστάριον στρογγύλον, ὑπόπλατυ οἷον ἀσπιδίσκιον συνέχον αὐτῶν τὴν συμβολὴν, διὰ τὸ ἐπιπολαίως συνηρθρῶσθαι. τῆς δὲ περόνης τὸ μὲν ἄνω ἄκρον συμπέφυκε κατὰ τοῦ ἀντικνημίου ὑπὸ τὴν ἐπίφυσιν, κατὰ δὲ τὰ σφυρὰ ἐπὶ πέρατα τοῦ ἀντικνημίου καὶ τῆς περόνης, πρὸς μὲν ἄλληλα συνδεῖται νευροχονδρώδει δεσμῷ. ἐπιβέβηκε δὲ τῷ ἀστραγάλῳ, ἐντὸς αὐτοῦ συνέχον τὰ ὀστᾶ. ὁ δὲ ἀστράγαλος κατὰ μῆκος τοῦ

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download