Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ποδὸς κείμενος τῇ μὲν περόνῃ ἐπιβέβηκε καὶ συνήρμοσται ἀκινήτως. τοῖς δὲ τῆς κνήμης ὀστοῖς καὶ τῷ σκαφοειδεῖ κατὰ τὰ ἐμπρόσθια αὐτοῦ μέρη συμβάλλει κατὰ ἄρθρον. τὸ δὲ σκαφοειδὲς καθὰ μὲν συμβάλλει τῷ ἀστραγάλῳ κεκοίλωται, ὡς σκαφοειδὲς δοκεῖν εἶναι. ἐκ δὲ τοῦ ἀντικειμένου κυρτὸν ὂν ἔχει τρίβους τρεῖς, αἷς δέχεται τὰ χαλκοειδῆ ὀστᾶ τρία ὄντα· τὸ δὲ κυβοειδὲς ἔξωθεν μὲν τὴν θέσιν ἔχει· συνήρθρωται δὲ πρὸς τὸ σκαφοειδὲς καὶ τὴν πτέρναν. ἔχει δὲ καὶ ἔκφυσιν ἐκ τῶν κάτω εἰς τὸ ἔμπροσθεν, ὑφ᾿ ἣν ὑπελήλυθε τοῦ ταρσοῦ τὸ ὀστοῦν, πρὸς τὸ ἀνέχειν αὐτό. εἶτα τὸ καλούμενον πεδίον ἐκ πέντε καὶ αὐτὸ συγκείμενον ὀστῶν· εἶτα ἐφεξῆς εἰσιν οἱ πέντε δάκτυλοι τοῦ ποδὸς, ἐκ τριῶν ἅπαντες φαλάγγων, ὁμοίως τοῖς κατὰ τὰς χεῖρας συγκείμενοι πλὴν τοῦ μεγάλου, μόνος γὰρ αὐτὸς ἐκ δύο ἐγένετο. συνάγουσι δὲ τὰς μὲν τούτων διαρθρώσεις ὑμενώδεις τινὲς σύνδεσμοι, τὰς δὲ κατὰ τὸν ἀστράγαλόν τε καὶ τὴν πτέρναν ἰσχυροί τε πάνυ καί τινες ἐξ αὐτῶν στρογγύλοι τε ἅμα καὶ νευροχονδρώδεις.

[Περὶ χυμῶν τε καὶ δυνάμεων καὶ

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download