Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

νόσων καὶ διαφορῶν αὐτῶν καὶ αἰτιῶν καὶ θεραπειῶν.] Οἱ δὲ ἐν τῷ σώματι χυμοὶ ἐκ πρώτης γενέσεως τέσσαρες ὄντες συμμιγεῖς μέν εἰσιν ἀλλήλοις καὶ ἀνακεκραμένοι τῷ σώματι. πλεονάζει δὲ ἄλλος ἐν ἄλλῳ μᾶλλον τόπῳ, τὸ μὲν αἷμα ἐν καρδίᾳ, τὸ δὲ φλέγμα ἐν τῇ κεφαλῇ· ἡ ξανθὴ δὲ χολὴ ἐν ἥπατι· καὶ ἡ μέλαινα ἐν σπληνὶ. τοῦ δὲ ἐμφύτου πνεύματος διττὸν εἶδος. τὸ μὲν φυσικὸν, τὸ δὲ ψυχικόν. εἰσὶ δὲ οἳ καὶ τρίτον εἰσάγουσι, τὸ ἑκτικόν. ἑκτικὸν μὲν οὖν ἐστι πνεῦμα, τὸ συνέχον τοὺς λίθους. φυσικὸν δὲ τὸ τρέφον τὰ ζῶα καὶ τὰ φυτά. ψυχικὸν δὲ τὸ ἐπὶ τῶν ἐμψύχων αἰσθητικά τε ποιοῦν τὰ ζῶα καὶ κινούμενα πᾶσαν κίνησιν. ἵδρυται δὲ ἐν τοῖς ζώοις· ἐκ γὰρ τῶν τριῶν συνέστηκε τὰ ζῶα. τὸ μὲν οὖν ψυχικὸν ἐν τῇ κεφαλῇ κατῴκισται. τὸ δὲ φυσικὸν ἐν καρδίᾳ. τὸ δὲ ἑκτικὸν ἐν παντὶ τῷ σώματι. φυσικαὶ μὲν οὖν εἰσιν ἐνέργειαι, ἀπὸ πρώτης γενέσεως κύησις καὶ διάπλασις, ἐπὶ δὲ τῶν ἀποτεχθέντων ὄρεξις καὶ κατάποσις, ἡ ἐν τῷ στομάχῳ πέψις, ἀνάδοσις, ἐξαιμάτωσις, διάκρισις, θρέψις, αὔξησις. διακρίνεται δὲ ἐν τῷ σώματι σκύβαλον,

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download