Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

φλέγμα, χολαὶ, οὖρον, ἱδρῶτες, μύξαι, σίαλον, γάλα. ψυχικαὶ δὲ δυνάμεις, αἴσθησίς τε καὶ προαίρεσις. αἰσθήσεις μὲν οὖν εἰσι πέντε, ἃς τὰ ζῶα παρέχει διὰ τῶν τοῦ σώματος ὀργάνων, ὅρασις, ἀκοὴ, γεῦσις, ὄσφρησις καὶ ἁφή. προαιρεῖται δὲ ἡ ψυχὴ, τὰ μὲν ἄνευ τοῦ σώματος λογιζομένη, ἢ ἐνθυμουμένη· μετὰ δὲ τοῦ σώματος προαιρεῖται, κινοῦσα αὐτὸ πρὸς ὑποδοχήν τινων, ἢ ἔκκρισιν, ἢ τὴν κατὰ τόπους κίνησιν· ἡ δὲ ἀναπνοὴ σύνθετός τις ἐνέργεια δοκεῖ εἶναι, πὴ μὲν κατὰ προαίρεσιν, πὴ δὲ ἀπροαιρέτως καὶ φυσικῶς γενομένη, ὡς ἐν τοῖς ὕπνοις. ὑγιαίνει τοίνυν ὁ ἄνθρωπος, τῶν μὲν πρώτων ἐξ ὧν συνέστηκε τῶν στοιχείων καὶ τῶν δευτέρων ἐξ ὧν διεπλάσθη τῶν τεσσάρων χυμῶν, ποσότητός τε συμμέτρως ἐχόντων πρὸς ἄλληλα καὶ ταῖς ποιότησιν εὐαρμόστως· τῶν δὲ στερεῶν σωμάτων, ἐξ ὧν σύγκειται, μήτε διαιρουμένων, μήτε καταπυκνουμένων, μήτε ἐξισταμένων ἐκ τῆς αὐτῶν χώρας. τῶν δὲ πνευμάτων μήτε ἐπιτεινομένων ἄγαν, ὡς ἐπὶ τῶν φρενιτικῶν, μήτε ἐκλυομένων, ὡς ἐπὶ τῶν ληθαργικῶν, ἢ ἐπὶ τῶν ἐν καρδιακῇ

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download