Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

διαθέσει ὄντων· τούτοις γὰρ τὸ ἑκτικὸν πνεῦμα ἔοικεν ἐκλύεσθαι. ἐν ὑγείᾳ δὲ συντηρητέον τὸν ἄνθρωπον, τοῖς τε συνήθεσι γυμνασίοις χρώμενον καὶ τροφαῖς ταῖς κατὰ χώραν ἐν ἑκάστῃ ὥρᾳ τετηρημέναις, τὸ πλῆθος αὐτῶν μόνον φυλαττόμενον, ἐξ οὗ ἀπεψίαι γίνονται, ἀφ᾿ ὧν αἱ νόσοι συνίστανται. προφυλακτέον δὲ τὰς νόσους μελλούσας γίνεσθαι ἢ ἔσεσθαι. εἰ μὲν ἐκ πλήθους, ἀποσιτίαν παραλαμβάνειν, ἢ κάθαρσιν, ἢ φλεβοτομίαν· εἰ δὲ ἀπὸ καμάτου καὶ ἐνδείας, ἀναπαῦσαι καὶ ὑποθρέψαι σύμφορον. αἱ δὲ νόσοι γίνονται πᾶσαι καθ᾿ Ἱπποκράτην αἱ μὲν ἔξωθεν ἐκ τοῦ περιέχοντος, αἱ δὲ ἔσωθεν ἐκ τῶν διαιτημάτων, ἃ προσφερόμεθα, ὑφ᾿ ὧν ἢ πλεονάζει τις τῶν τεσσάρων χυμῶν, ἢ ἐλλείπει, ἢ κατὰ ποιότητα μεταβάλλει. ὑπὸ δὲ τούτων καὶ τὰ ἔμφυτα πνεύματα ἃ μὲν ἐπιτείνεται ἄγαν, ἃ δὲ χαλᾶται εἰς ὑπερβολήν. τὰ δὲ στερεὰ σώματα καὶ ἔνδοθεν καὶ ἔξωθεν πολλὰς αἰτίας ἔχει τοῦ ὑπομένειν πλείονα πάθη. κατὰ δὲ Ἐρασίστρατον καὶ Ἀσκληπιάδην, ὡς ἐπίπαν μίαν αἰτίαν ἐπὶ πάσης νόσου, καθ᾿ ὃν μὲν ἡ παρέμπτωσις 

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download