Introductio Seu Medicus (Introduction)
Kühn 1827
ἀγγείων ἀπὸ κροτάφου ἐπὶ κρόταφον διαιρουμένων εἰς βάθος.
τὴν δὲ τῶν βλεφάρων λιθίασιν ἰώμεθα διαιροῦντες
τὸ βλέφαρον ἐπὶ πολὺ καὶ κομιζόμενοι τὸν λίθον ἀσκύλτως.
τὰ δὲ συμπεφυκότα βλέφαρα ἀναπτύξαντες σμίλῃ διαστέλλομεν
τιλτοῖς ξυροῖς τοὺς δὲ αἰγίλωπας περιαιροῦντες μέχρι
ὀστοῦ καυτῆρσι διακαίομεν. εἰσὶ δὲ οἳ ἀντὶ καυστηρίου
κεφαλοτρεπάνῳ τιτρῶσι τὸ ὀστοῦν, ὡς ἐπὶ τὴν ῥῖνα.
τὰ δὲ ἐν ῥινὶ συνιστάμενα, πολύποδας μὲν περιαιροῦμεν
στενῷ σμιλαρίῳ καὶ ξυστῆρι ὕστερον ἀποξύομεν τὰς ῥίζας.
αἱ δὲ ὄζαιναι ὡς ἐπὶ τὸ πολὺ ἀθεράπευτοι· ἡ δὲ αὐτὴ ἐγχείρησις
καὶ ἐπὶ τούτων. τῶν δὲ ἐν τῷ στόματι ἐπουλίδας
μὲν καὶ παρουλίδας διαιροῦμεν, ὅταν πυοποιήσωμεν.
τὰς δὲ κεχαλασμένας σταφυλὰς ἀμέτρως ἐκτέμνομεν μυδίῳ
λαβόμενοι, τοὺς δὲ ὀδόντας ἐξαιροῦμεν περιχαράσσοντες.
τοὺς δὲ ἐν παρισθμίοις ὑπεραίροντας τὸ κατὰ φύσιν ἀδένας
περιαιροῦμεν τοῖς ἀντιοτόμοις. τὰ δὲ ἐν τῷ τραχήλῳ
στεατώματα καὶ χοιράδας διαιροῦντες τὴν ἐπιφάνειαν καὶ
ἀποδέροντες τοῖς δακτύλοις, λύοντες τὴν πλοκὴν τῶν ἀγγείων
Work
Title: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 674-797
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_005.xml [243 Kb]