Introductio Seu Medicus (Introduction)
Kühn 1827
καὶ οἱ σαρκοκηλικοὶ δὲ ὁμοίως χειρίζονται. δεῖ
μόνην τὴν πρὸς δὲ τὴν ὑποπίπτουσαν σάρκα λευκανθίζουσαν
περιαιρεῖν, τὴν δὲ ἐρυθρὰν ἀποδέροντα καὶ ἀπαλλοτριοῦντα
τότε ἀφαιρεῖν τὰ ἐγκαταλείμματα. ἐπὶ
δὲ τῶν κιρσοκηλῶν ἀνατείνας ἀγκίστρῳ ἐξ ἐπιπολῆς διαιρῶν
καὶ ἀναλαβὼν τὸν κιρσὸν καὶ ἀποδείρας ἀπολιπὼν
ὡσεὶ μικροῦ δακτύλου τὸ πλάτος, τὸ δὲ λοιπὸν ἀνατείνων
ἀπόκοπτε. φυλακτέον δὲ ἀκριβῶς ἐπὶ τῶν συμπεπλεγμένων
κρεμαστήρων, ἢ διδύμων. τοὺς δὲ ἐντεροκηλικοὺς
καὶ ἐπιπλοκηλικοὺς οὕτω τέμνομεν ἀναπιέσαντες τὸ ἔντερον,
ἢ τὸν ἐπίπλουν ἀκριβῶς, εἶτα τὸν σπερματικὸν πόρον
ἀφαιροῦμεν ὅσον δυνάμεθα. εἰ δὲ μὴ τὸ περιτόναιον
ἐπισπασάμενοι καὶ ἐπιβροχήσαντες περιαιροῦμεν. τὰς δὲ αἱμοῤῥοΐδας
λίνον λεπτὸν διπλοῦν, διὰ τῶν βάσεων αὐτῶν
διείροντες ἀποσφίγγοντες, μετὰ δύο ὥρας ἀποτέμνομεν. τῶν
δὲ συρίγγων αἱ μέν εἰσιν ἀσύντρητοι, μόνον τὸ στόμα ἔχουσαι.
αἱ δὲ συντετρημέναι, ἢ ἔνδον εἰς τὸν δακτύλιον, ἢ
ἔξωθεν. ἐπὶ μὲν οὖν τῶν συντετρημένων εἰς τὸν δακτύλιον
διαβάλλων τὴν μηλωτίδα, εἶτα τὸν δάκτυλον καθεὶς εἰς τὴν
Work
Title: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 674-797
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_005.xml [243 Kb]