Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἕδραν, ἐπισπάσαι τὸ ἔντερον ἄκρῳ τῆς μηλωτίδος καὶ περιαίρει κάτωθεν ἀρχόμενος. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἐκτὸς τῆς ἕδρας. ἐπὶ δὲ τῶν μὴ συντετρημένων τῷ ὀξεῖ τῆς μηλωτίδος διαπερᾷν ἅπαντα τὰ ὑγιῆ σώματα. εἰσὶ δὲ οἳ ἀντὶ τοῦ ἀνακείρειν, ἢ περιαιρεῖν τὰ μεταξὺ τῶν συντρήσεων λίνον βύσσινον συνεστραμμένον ἐν ἄκρῳ τῆς μηλωτίδος, ἔχοντα τὰ διῃρημένα τούτῳ ἀποσφίγγοντες τὰ μεταξὺ σώματα, ἑκάστης ἡμέρας περιτείναντες τὰ ῥάμματα, διακόπτουσι τὰ μεταξὺ καὶ ἐκτυλώσαντες τῇ Αἰγυπτίᾳ ἐπουλοῦσιν. ἀναγέγραπται δὲ καὶ παρ᾿ Ἱπποκράτους πρώτου ὁ τρόπος οὗτος. τοὺς δὲ ἐν τοῖς σκέλεσι κιρσοὺς πρῶτον ἔξωθεν ἐπισημηνάμενοι δι᾿ ὅλου ἐγχαράξεσιν, εἶτα κλίναντες, ἐξ ἐπιπολῆς λαβόμενοι τοῦ δέρματος, αὐτὸ πρῶτον διαιροῦμεν, εἶτα ἀγκίστρῳ ἐπισπώμενοι τὸν κιρσὸν διαδέομεν καὶ μετὰ πάσας τὰς διαιρέσεις τοῦτο ποιήσαντες, ἢ κιρσουλκῷ ἐξαιροῦμεν διακόπτοντες τὰ ἄκρα, ἢ διπυρήνῳ διαλαβόντες λίνῳ διὰ τῆς κοιλίας τοῦ κιρσοῦ κατ᾿ ἀναστροφὴν ἐξέλκομεν. τά τε λεγόμενα δρακόντια ὅμοιά ἐστι τοῖς κιρσοῖς· μεγάλην δὲ ἀλγηδόνα ἐπιφέρει κινούμενα, μικρὸν προκύπτοντα.

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download