Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

δεῖ οὖν διελόντα ὡς ἐπὶ τῶν κιρσῶν ἀποδέρειν καὶ οὕτως ἐξαιρεῖν. τοὺς δὲ ἥλους καὶ τύλους καὶ ἀκροχορδόνας καὶ θύμους καὶ μυρμηκίας ἐκτέμνοντες ἐπικαίομεν, ἢ τῷ ψωρικῷ ἐπιπάσσομεν. τὰ δὲ κολοβώματα, τὰ περὶ μυκτῆρας, ἢ ὦτα, ἢ χείλη οὕτως εἰς τὸ κατὰ φύσιν ἀποκαθίσταται, τὰ μὲν χείλη σμιλαρίῳ πανταχόθεν ἀναδέροντες αἱμάσσομεν, εἶτα προσάγοντες ῥάπτομεν πυκνότερον. πρὸς δὲ τὰς σιαγόνας ἐξ ἑκατέρου πέρατος τῶν χειλῶν, καθ᾿ ἃ συμπέφυκεν ἀλλήλοις, ἔνδοθέν τε καὶ ἔξωθεν διαιροῦμεν καὶ τίλμασι διαστέλλομεν, πρὸς τὸ μὴ τὴν σάρκα φυεῖσαν, χάλασμα παρασχεῖν· τὰ δὲ ἐν τοῖς ὠσὶν ἢ μυκτῆρσιν κολοβώματα, ὅταν ὁ χόνδρος ᾖ διῃρημένος, ἐκχονδρίζειν δεῖ καὶ οὕτως διαῤῥάπτειν ἐρείῳ ῥάμματι.

[Περὶ καταγνυμένων κώλων καὶ ἐξαρθρουμένων μορίων.] Τὰ δὲ καταγνύμενα κῶλα ἐκ διατάσεως μὲν εὐθετίζεται, ἐξ ἐπιδέσεως δὲ πωροῦται. τὰ μὲν οὖν περὶ κεφαλὴν κατάγματα ποσαχῶς τε γίνεται καὶ ὅπως θεραπεύεται εἴρηται. κᾂν ἐν προσώπῳ κάταγμα γένηται, ὡς τὰ ἐν τῇ κεφαλῇ θεραπεύειν, ἐκκόπτοντα τὸ πεπονθὸς ὀστοῦν.

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download