Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

εἰδέναι δὲ χρὴ καὶ ὅσα τῶν καταγνυμένων ὀστῶν ἀθεράπευτα. ἐὰν μὲν οὖν ῥὶς κατεάγῃ, οὐκ ὀρθοῦται. καὶ οὖς δὲ κατάγνυσθαί φησιν Ἱπποκράτης, ὅτι καὶ ὁ χόνδρος ὀστοῦν μιμεῖται καὶ δυσαποκατάστατος εἶναι δοκεῖ εἰς τὸ ἀρχαῖον σχῆμα. ἀλλὰ κᾂν ἐξ ὑπερώας μεσίζῃ ἡ ῥὶς, ὥς φησι, σιμοῦται ἀθεράπευτος. ἐὰν δὲ κλεὶς κατεάγῃ, ἢ κατακλεὶς, ἤ τις πλευρὰ καὶ ταῦτα, ὡς ἐπὶ τὸ πολὺ δυσαποκατάστατα. ἐπιτιθέναι δὲ χρὴ ἐπὶ τῶν κατακλείδων μάλιστα καὶ ἐπιδεῖν ἀπὸ μασχάλης ἐπὶ μασχάλην. ἐὰν δέ τι τῶν μειζόνων κώλων κατεάγῃ, ἢ τῶν μικροτέρων μερῶν, οἶον δακτύλων σκυταλίδες, ἢ καρποῦ ὀστᾶ, ἢ μετακαρπίου, ἢ ταρσοῦ, πάντα μεγαλομερῶς μὲν κατάγνυται, καυληδὸν, ἢ ῥαφανηδὸν, ἢ σχιδακηδόν. ἐπὶ λεπτὸν δὲ καρυηδὸν ἢ ἀλφιτηδόν. πρότερον μὲν οὖν χρὴ ἐπιδέοντα πάντα καταγνύμενα καὶ διατείνοντα πάνυ ἰσχυρῶς καὶ βεβαίως διαστῆσαι καὶ πολὺ ἀποστῆσαι ἀλλήλων, ἵνα εὐθετισθῇ καὶ ἀποκατασταθῇ εἰς τὸ ἀρχαῖον σχῆμα. εὐθετίζειν δὲ χρὴ τὰ ὀστᾶ, οὐκ ἐπὶ εὐθὺ πάντα, ἀλλὰ πρὸς σχῆμα τοῦ ὁμοζύγου κώλου. ἐὰν μὲν εὐθὺ

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download