Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ᾖ, ἐπ᾿ εὐθείας, ἐὰν δὲ καμπύλον ἢ ἄλλως πως σκαμβὸν, ὁμοίως. τρόπος δὲ παρασκευῆς ἐστιν ἐπιδέσεως εἰς πάντα, ἐπίδεσμον ποιεῖν ἐξ ὀθονίων παλαιῶν, πρός τε τὸ πλάτος καὶ τὸ μέγεθος τοῦ κώλου. πλάτος μὲν ἐπὶ τῶν μεγίστων δακτύλων τεσσάρων ἢ πέντε, ἐπὶ δὲ τῶν ἰσχνοτέρων μὴ ἔλασσον δακτύλων τριῶν. ἐπιδέσεως δὲ νόμος τοιοῦτος. ἡ πρώτη ἐπίδεσις ἀπὸ τοῦ κατάγματος ἐπὶ τρεῖς ἐπιδέσεις ἄνω νέμεται ὡς ἐπὶ τὸ πλεῖστον. ἡ δὲ δευτέρα ἀπὸ τοῦ αὐτοῦ τόπου ἄρχεται, ἀλλασσομένων τῶν ἐπιδέσεων, κάτω μὲν νέμεται, ἐπὶ τὰ ἄνω δὲ ἀνάγεται, ὥστε εἶναι διπλῆν τῆς πρώτης. διάβροχον δὲ εἶναι ὑδρελαίῳ, ἢ οἰνελαίῳ ἢ γλυκελαίῳ μέχρι πρώτης διὰ τρίτης, ἔπειτα κηρωτῇ λελυμένῃ καὶ ὑγρᾷ, ὡς παχὺ ἔλαιον εἶναι. πιέζειν δὲ μηδὲ πάνυ ἄγαν, ἵνα μὴ νεκρωθῇ, ἀλλ᾿ ὥστε προκεῖσθαι καὶ προσερηρεῖσθαι, μήτε κεχαλασμένως, ἵνα συνέκχῃ καὶ ἀποκρούηται τὰ ἐπιῤῥέοντα, πρὸς τὸ μὴ φλεγμαίνειν. ἔπειτα σπλῆνας τριπτύχους ἢ τετραπτύχους ποιοῦντας ἐπιτιθέναι, πληροῦντας τοῦ κώλου τὸ πάχος, ὥστε μήτε ἐπιπίπτειν 

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download