Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἀλλήλοις μήτε ἀφεστῶτας διαλείμματα ποιεῖν· ἐπὶ δὲ τούτοις ἐπιδεσμίδα τρίτην ἐπιβάλλοντας ἀπὸ τοῦ κατάγματος κάτω νέμεσθαι ἐπὶ τὰ ἄνω χωρεῖν καὶ ἐκεῖ τερματίζεσθαι. αἱ δὲ ἐπιλύσεις αἱ μὲν πρῶται διὰ τρίτης· αἱ δὲ μετὰ τὴν ἑβδόμην διὰ πλειόνων πρὸς τὰς ἐπειγούσας χρείας. ναρθηκίζουσαι δὲ, ἀπὸ νάρθηκος ἀληθινοῦ, ἐπὶ τῆς ἐσχάτης ἐπιδεσμίδος, ἐρίου προστιθεμένου, ἐκ διαστημάτων τασσομένων τῶν ναρθήκων· ὅταν ἀκριβῶς ἀφλέγμαντον ᾖ, τῶν μὲν κυρτῶν αὐτοῦ ἔξωθεν αἱρουμένων, τοῦ δὲ λείου ἐπιβάλλοντος ἔνδοθεν ἁμματίῳ, ἐπ᾿ αὐτοῖς ἁμματιζομένων ἢ ταινιδίων ἢ ναυτικοῦ ῥάμματος. ἐπὶ δὲ τῶν μετὰ τραύματος καταγμάτων, ἀντὶ τούτων πάντων, σπλῆνας διπτύχους, ἢ τριπτύχους ποιοῦντας, ἕκαστον πληροῦντα τὸ πάχος ἐν κύκλῳ τοῦ κώλου, ὡς χωρίζεσθαι τὰ πέρατα αὐτοῦ, ἐπιπίπτοντα ἀλλήλοις, ἅπαν τε κῶλον τούτοις ἐπὶ δέον συγκείμενον ἔχοντες· πρώτως μὲν τοῖς σοῖς ἐπιβάλλουσι τῷ σώματι διαβρόχους εἶναι τῶν προειρημένων· ἐπὶ δὲ τούτοις προϋποκείμενα ἔχουσιν ἔρια καὶ ἀποδεσμίδας ἁπλῶς ἐπὶ τοῖς ἐρίοις

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download