Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

κατὰ τῆς ὑποτιθεμένης ἕδρας τοῦ ἀνοίκτου σωλῆνος· μάλιστα δὲ οὗτος ὁ τρόπος τῆς ἐπιδέσεως ἁρμόδιος ἐπὶ τῶν ἀλφιτηδὸν καταγνυμένων, μετὰ τραυμάτων καὶ πολλῆς περιθλάσεως τῶν μυῶν, ἐφ᾿ ὧν καὶ μοτὰ χρὴ προϋποτιθέναι διάβροχα τοῖς ἁρμόζουσι. μοτῶν δὲ εἴδη πέντε· στρεπτὸς, ξυστὸς, τιλτὸς, ἐλλυχνιωτὸς, πριαπισκωτός. ἐπὶ δὲ τῶν ἐξαρθρούντων δεῖ μὲν καὶ τῆς διατάσεως προηγουμένης· ἡ δὲ ἐμβολὴ καθ᾿ ἕκαστον οἰκεία μετὰ τὴν διάτασιν παραλαμβάνεται. πάντα δὲ ἐπὶ τοῦ Ἱπποκρατείου βάθρου καταρτίζεται, ὁμοῦ τε διατεινόμενα καὶ συμβαλλόμενα. ἐξαρθροῖ δὲ κεφαλὴ μὲν, ἐνήρθρωται γὰρ τῷ πρώτῳ σπονδύλῳ τοῦ τραχήλου πρὸς τὸν δεύτερον. ἡ δὲ κάτω γνάθος ἐξίσταται μὲν τοῦ κατὰ μῆλα ζυγώματος, ἐμβάλλεται δὲ μόναις ταῖς χερσὶ παραγομένη ἔνθεν κᾀκεῖθεν ἐπὶ τὰ συνερειδόμενα πρὸς τῇ ἄνω. τοῦ δὲ ὤμου εἰς μασχάλην μόνην ὀλισθάνοντος ἡ δι᾿ ἄμβης ἐμβολὴ μετὰ διατάσεως. εἰσὶ δὲ καὶ ἄλλαι παλαιστρικαὶ λεγόμεναι. ἀγκῶνος δὲ ἐξαρθρημάτων διαφοραὶ τέσσαρες, ἡ μὲν ἔσω, ἡ δὲ ἔξω, ἡ δὲ εἰς τὰ ἔμπροσθεν,

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download