Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἡ δὲ εἰς τὰ ὄπισθεν· τὰς μὲν εἰς τὰ ἐκτὸς ἢ εἰς τὰ ἐντὸς, μετὰ διατάσεως ἀντιπαράγοντες τὰ ἐξεστῶτα ὀστέα οὕτως καθιστῶμεν, τὰς δὲ εἰς τοὐπίσω, ἢ εἰς τὸ ἔμπροσθεν, ἄνευ διατάσεως· ἡ μὲν γὰρ ἐκ συγκάμψεως ἀθρόας, ἐντιθεμένου τινὸς τῇ συγκάμψει τοῦ ἀγκῶνος, καθίσταται· ἡ δὲ ἐκτάσεως σφοδροτέρας. καρποῦ δὲ καὶ μετακαρπίου καὶ δακτύλων ἐξαρθρήματα ἐκ βραχείας διατάσεως τῶν χειρῶν εὐθετίζεται. ῥάχεως δὲ πᾶσα διαστροφὴ, ἥ τε ὕβωσις καὶ εἴσωσις καὶ σκολίωσις, ἀδιόρθωτα. μηροῦ δὲ ἡ πρὸς τὰ ἰσχία κεφαλὴ ἢ ἔσωθεν εἰς τὸ περιτόναιον ἐμπίπτει, ἢ ἔξωθεν εἰς τὸ ἀντικείμενον, ὀπίσω τε εἰς γλουτὸν καὶ ἔμπροσθεν εἰς βουβῶνα. ἀνίατοι δὲ τέσσαρες διαφοραί. κατὰ δὲ τὸ γόνυ συνεχὴς μὲν ἡ εἰς τὸ ἔξω ἐξάρθρησις καὶ ῥᾳδία ἡ ἀποκατάστασις διὰ συγκάμψεως. ἔλαττον δὲ εἰς τὰ ἐντὸς καὶ γίνεται καὶ ἀποκαθίσταται. ἔτι δὲ σπανιώτερον ἡ εἰς τουπίσω. ἡ δὲ εἰς τοὔμπροσθεν οὐδὲ ὅλως γίνεται. οὐδέποτε γὰρ ἐξίσταται τὰ ὀστᾶ διὰ τὴν συνέχουσαν ἐπιγονατίδα, πλὴν εἰ μὴ καὶ αὕτη κατεάγῃ κατὰ δὲ τὰ σφυρὰ βραχεῖα μὲν παρεναλλαγὴ γινομένη δυσαποκατάστατος. πολλὴ

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download