Introductio Seu Medicus (Introduction)
Kühn 1827
πολὺ δὲ δὴ μᾶλλον οὐκ ἂν εἴη ἐν ἰατρικῇ, ἀλλ᾿ οὐδ᾿ ὅλως
εἰς ἀνθρώπους ἔρχεται. διὸ τέχνη εἰκότως ἂν λέγοιτο ἡ
ἰατρική. τέχνη γάρ ἐστι σύστημα ἐγκαταλήψεων καὶ
διανοιῶν, ποιόν τε καὶ ποσὸν συγγεγυμνασμένον, πρός τι
τέλος νευουσῶν χρήσιμον τῷ βίῳ. καταλήψεις οὖν καὶ αὕτη
ἔχουσα ἀνθρωπίνας καὶ ταύτας ἱκανὰς τῷ πλήθει, ὡς σύστημα
αὐτῶν εἶναι, ἄλλως τε καὶ συγγεγυμνασμένας, τουτέστι
προσεχεῖς ἀλλήλαις καὶ συνᾳδούσας, οὐχὶ ἀσυναρτήτους,
ἰδιώτατα ἂν τέχνη ὀνομάζοιτο, ἐφαρμόζοντος αὐτῇ
τοῦ ὅρου τῆς τέχνης καὶ εἴς τι χρήσιμον τῷ βίῳ νεύουσιν
αἱ ἐν αὐτῇ καταλήψεις. ἐπὶ γὰρ τὸ σώζειν καὶ ὑγιάζειν τοὺς
ἀνθρώπους παρῆλθεν εἰς τὸν βίον. διττῆς δὲ οὔσης τεχνῶν
διαφορᾶς, αἱ μὲν γὰρ τοῦ καθ᾿ ἑαυτὰς τέλους ἀεὶ τυγχάνουσιν,
ὡς τεκτονικὴ καὶ ναυπηγικὴ καὶ οἰκοδομική· αἱ δὲ
ἐφίενται μὲν τοῦ ἑαυτῶν τέλους, ὡς σκοποῦ, οὐκ ἀεὶ δὲ
αὐτοῦ τυγχάνουσιν, ἀλλ᾿ ὡς ἐπὶ τὸ πολὺ, διὸ καὶ στοχαστικαὶ
λέγονται. τούτων ἂν εἴη καὶ ἰατρικὴ, ὡς ῥητορικὴ καὶ
Work
Title: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 674-797
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_005.xml [243 Kb]