Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἰατρική ἐστι κατὰ μὲν Ἱπποκράτην πρόσθεσις καὶ ἀφαίρεσις· πρόσθεσις μὲν τῶν ἐλλειπόντων, ἀφαίρεσις δὲ τῶν πλεοναζόντων ἐπὶ ἀνθρωπίνων σωμάτων. ὃν γάρ τινες ὅρον ἰατρικὸν ᾠήθησαν, οὐκ ἔστιν ὄρος· τό τε μὴ παράπαν ἀπαλλάσσειν τῶν νόσων τοὺς κάμνοντας καὶ τὸ τὰς σφοδρότητας ἀμβλύνειν καὶ τὸ τοῖς κεκρατημένοις μὴ ἐγχειρεῖν. οὐ γὰρ ἐξ ὧν μὴ δύνανται αἱ τέχναι, ἀλλ᾿ ἐξ ὧν δύνανται οἱ ὅροι αὐτῶν εἰσιν. ἐρεῖ γὰρ αὐτῆς ὅσα μὴ δύναται, οὐ τὰ μὴ ὑπάρχοντα αὐτῇ ὁρίζει. οἱ δὲ νεώτεροι οὕτως ὡρίσαντο. ἰατρική ἐστιν ἐπιστήμη, ὑγιείας μὲν τηρητικὴ, νόσων δὲ ἀπαλλακτικὴ, οὐκ ὀρθῶς. οὐ γὰρ αὐτὴ ταῦτα ἐνεργεῖ, ἀλλ᾿ ἐξ ὧν ἐνεργεῖ ταῦτα ἀποτελεῖται καὶ οὐκ ἀεί. διὸ οὐκ ἐκ τούτων συνέστηκεν, ἀλλ᾿ ἐκ τῶν ὑπ᾿ αὐτῆς ἀεὶ παραλαμβανομένων. ταῦτα δέ ἐστι πρόσθεσις καὶ ἀφαίρεσις. ὥσθ᾿ ἅπερ λαμβάνει ἡ ἰατρικὴ, ταῦτα εἶπεν αὐτὴν εἶναι ὁ Ἱπποκράτης, οἷς ἐπί τε τῶν ὑγιαινόντων χρῆται, ὅταν τὴν ὑγείαν αὐτῶν συντηρῇ, καὶ ἐπὶ τῶν νοσούντων, ἵνα τῶν

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download