Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

νόσων ἀπαλλάττωνται· ἃ τοίνυν ἀεὶ ἐνεργεῖ, ταῦτά ἐστι τὰ συνιστάντα αὐτὴν, οὐ τὰ ἀπὸ τούτων ἀποτελούμενα. ἕτερον γάρ τί ἐστιν ἡ τέχνη καὶ ἕτερον τὸ τέλος αὐτῆς. οὗ γὰρ ἐφίεται, τοῦτο ἄλλο τί ἐστι παρὰ ταύτην, ἀμέλει καὶ οὐκ ἀεὶ τοῦτο σὺν αὐτῇ ἔχει. διὸ μέχρι μὴ τυγχάνει αὐτοῦ, οὐδὲ τὸ τέλος αὐτῆς λέγεται, ἀλλὰ σκοπὸς, ὅταν δὲ τύχῃ, τέλος. οὕτως οὖν καὶ κυβερνητικὴ καὶ τοξικὴ οὐκ ἀπὸ τῶν τελῶν ὁρίζονται. οὐ γὰρ ἀεὶ τούτου τυγχάνουσιν, ἀλλ᾿ ἐξ ὧν συνεστήκασι καὶ δι᾿ ὧν ἐνεργοῦσιν, ἵνα τῶν τελῶν περιγίνωνται. δοκεῖ δὲ τοῖς μετὰ Ἱπποκράτην σχεδὸν ἅπασιν οὗτος ὁ ὄρος ὀρθῶς ἔχειν. Ἡροφίλῳ δὲ, ὅτι ἰατρική ἐστιν ἐπιστήμη ὑγιεινῶν καὶ νοσωδῶν καὶ οὐδετέρων. τριῶν γὰρ τούτων γνῶσιν ἔχει, ὑγιεινῶν μὲν ὅσα τῶν κατασκευαζόντων τὰ ἐν ἀνθρώπῳ οὕτως ἔχειν, ἐξ ὧν εὖ ἡρμοσμένων πρὸς ἄλληλα τὸ ὑγιαίνειν συνίσταται. νοσωδῶν δὲ τῶν τὴν ὑγιεινὴν ἁρμονίαν διαλυόντων. οὐδετέρων δέ ἐστιν ἅπαντα τὰ προσφερόμενα ἐν ταῖς νόσοις βοηθήματα καὶ ἡ ὕλη αὐτῶν. 

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download