Introductio Seu Medicus (Introduction)
Kühn 1827
χειμασθέντα καὶ κινδυνεύσαντα ἐκφυγεῖν. διαφέρει δὲ ἐν τῷ
ὑγιεινῷ πάλιν τὸ ἐν ὑγείᾳ διατηρῆσαι τοῦ προφυλάξαι νόσους
ἐπιούσας. τὸ μὲν γὰρ διὰ τῆς συνήθους διαίτης περιγίνεται,
τὸ δὲ ἤδη δεῖται θεραπευτικῶν βοηθημάτων εἰς τὸ
προκαταλαμβάνεσθαι καὶ προδιαλῦσαι, μέλλουσαν συνίστασθαι
νόσον. ὅσα γὰρ ἤδη γενόμενα πάθη ἰᾶται, ταῦτα καὶ
πρὶν ἢ γενέσθαι κωλύει συστῆναι. ὁμοίως δὲ καὶ τὸ ἀναληπτικὸν
τούτων διαφέρει. ὁ γὰρ ἀναλαμβάνων οὐκέτι μὲν
παρὰ φύσιν ἔχει, οὔπω δὲ κατὰ φύσιν, ἀλλ᾿ ὁδεύει, ἄρτι
ἀπαλλαγεὶς τοῦ παρὰ φύσιν, εἰς τὸ κατὰ φύσιν, διόπερ
ἑτέρας ἀγωγῆς δεῖται, οὔτε θεραπευτικῆς, οὐ γὰρ νοσεῖ,
οὔτε τῆς ἐπὶ τῶν ὑγιαινόντων, οὔπω γὰρ τελείως ὑγιαίνει.
διὸ οὐ δύναται ἐπ᾿ αὐτῶν παραλαμβάνεσθαι, οἷα καὶ ὅσα
ἐπὶ τῶν ὑγιαινόντων. ὁ δὲ σημειωτικὸν μέρος τῆς ἰατρικῆς
ἀναγκαιότατόν ἐστιν εἰς θεραπείαν τὴν κατὰ δίαιταν. τά τε
γὰρ προγεγονότα συμπτώματα καὶ τὰ παρόντα πολυπραγμονοῦμεν
εἰς τὸ εὑρεῖν τὴν αἰτίαν τῆς νόσου. ἀναγκαιότατον
Work
Title: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 674-797
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_005.xml [243 Kb]