Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

προσχρῶνται φαρμακείᾳ. ἄνωθεν οὖν ἀπὸ φυσιολογίας ἀρκτέον, ἐπειδή περ οὔτε ἐν ὑγιείᾳ συντηρεῖν, οὐδὲ ἐπὶ τῶν νοσούντων αἰτιολογεῖν, οὐδὲ σημειοῦσθαι, οὐδὲ θεραπεύειν ὀρθῶς δύναιτ᾿ ἄν τις, μὴ ἐπεσκεμμένος ἐκ τίνων στοιχείων ὁ ἄνθρωπος συνέστηκε καὶ πῶς τρεπομένων τούτων παρὰ τὴν ἐξ ἀρχῆς φύσιν αἱ νόσοι γίνονται.

[Περὶ στοιχείων ἐξ ὧν ὁ ἄνθρωπος συνέστηκεν.] Συνέστηκε τοίνυν ὁ ἄνθρωπος ἀκολούθως τοῖς φυσικοῖς καθ᾿ Ἱπποκράτην ἐκ τῶν κοσμικῶν τῶν πρώτων στοιχείων, ἐκ πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς· οὐχ ὡς ἐκ τούτων αὐτῶν, ἀλλὰ ἐκ τῶν ἀναλόγων αὐτοῖς συνεστῶτος τοῦ ἀνθρώπου. ἐν δὲ τῷ διαλύεσθαι εἰς ταῦτα τὰ πρῶτα ἀναλύεται, καθὼς αὐτὸς ὁ Ἱπποκράτης ἔφη· καὶ πάλιν ἀνάγκη ἀποχωρέειν εἰς τὴν ἑωϋτοῦ φύσιν ἕκαστον, τελευτῶντος τοῦ ἀνθρώπου, τό τε ξηρὸν πρὸς τὸ ξηρὸν καὶ τὸ ψυχρὸν πρὸς τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν πρὸς τὸ ὑγρὸν καὶ τὸ θερμὸν πρὸς τὸ θερμόν. τοιαύτη δὲ καὶ τῶν ζώων ἐστὶν ἡ φύσις καὶ τῶν ἄλλων ἁπάντων. γίνεταί τε ὁμοίως

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download