Introductio Seu Medicus (Introduction)
Kühn 1827
ἰσάριθμοι μὲν τοῖς τῶν χειρῶν, οὐ τυχόντες δὲ τῶν αὐτῶν ὀνομάτων, διὰ τὸ μηδὲ τὰς αὐτὰς χρείας ἐπιτελεῖν, πλὴν ὅσα ἐκ τῆς κατὰ τὸ μέγεθος διαφορᾶς, ἢ ἐκ τῆς κατὰ τὴν θέσιν τάξεως.
[Ἀνατομὴ τῶν ἐντός.] Ἀνατομὴ καταχρηστικῶς μὲν λέγεται καὶ ἡ τῶν ἐκτὸς μερῶν τε καὶ μορίων τοῦ σώματος διέξοδος, ἥτις ἐστὶ διὰ λόγου διήγησις ἑκάστου, μετὰ τῆς κατὰ φύσιν θέσεως αὐτῶν καὶ τάξεως καὶ χρείας, ἣν παρέχεται τῷ ζώῳ καὶ τῆς οἰκείας ἑκάστου ὀνομασίας, περὶ ὧν ἤδη διεξήλθομεν· κυρίως δὲ λέγεται ἡ ἀνατομὴ, ἡ τῶν ἐντὸς μετὰ λόγου ἀνάπτυξις. οὐ γὰρ τὸ τῇ ὄψει αὐτὰ δειχθῆναι ἀνατομή ἐστιν, ἀλλὰ τὸ μετὰ λόγου ἑκάστου αὐτῶν γνῶσιν λαβεῖν, τάς τε κατὰ φύσιν ἐνεργείας, ὅπως δι᾿ αὐτῶν ἀποτελοῦνται ἐκμαθεῖν καὶ τὰς κοινωνίας ἃς ἔχει πρὸς ἄλληλα τὰ σπλάγχνα καὶ τὰ ἄλλα μέρη τοῦ σώματος διὰ φλεβῶν. ὁ μὲν οὖν ἐγκέφαλος ἐξ οὐδενὸς τῶν προειρημένων, κατ᾿ Ἐρασίστρατον ἀρχικῶν ἀγγείων φαίνεται πεπλέχθαι, διὸ καὶ παρέγχυμα τροφῆς δοκεῖ αὐτῷ εἶναι.
Work
Title: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 674-797
Publisher: Cnobloch, Leipzig
Download
psGalen-Gr_005.xml [243 Kb]