Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἔστι δ᾿ ἁπλοῦν σῶμα καὶ διὰ τοῦτο ἀρχικὸν καὶ κυριώτατον τῶν ἐν ἡμῖν. διὸ καὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς αὐτῷ πιστεύουσιν, ὡς Πλάτων καὶ Ἱπποκράτης. περιέχεται δὲ ὑπὸ μηνίγγων δύο, καὶ μιᾶς μὲν προσεχοῦς καὶ προστυποῦς αὐτῷ, ἣ καλεῖται χοροειδὴς καὶ ἔστι φλεβωδεστέρα. ἡ δὲ ἑτέρα ἐπὶ ταύτης οὖσα προσήρτηται μᾶλλον τῷ κρανίῳ κατά τινα μέρη. καὶ ἔστι νευρωδεστέρα. ἐκ μὲν οὖν τῶν ἄνω φλέβες ἀπὸ καρδίας εἰς αὐτὸν ὀχετεύουσι τὴν τροφὴν, κατὰ τὸ λεγόμενον ληχηνεῖον, ἐκ τῶν πρὸς τῇ βάσει ἀρτηριῶν. ἐντεῦθεν δὲ καὶ νεῦρα ἄρχεται ἐκφύεσθαι αὐτοῦ, ὅθεν καὶ εἰς πᾶν τὸ σῶμα ἀναδιδόασιν τὰς ψυχικὰς ἐνεργείας. νεύρων δὲ εἴδη δύο, τὸ μὲν τῶν συνδετικῶν, τῶν συνεχόντων τὰ ὀστᾶ πρὸς ἄλληλα. τὸ δὲ τῶν αἰσθητικῶν καὶ κινητικῶν, ἃ τὴν αἴσθησιν ἐμποιεῖ τῷ σώματι καὶ τὴν προαιρετικὴν κίνησιν εἰς πᾶν διαπέμπει, ἐξ ὧν καὶ τῶν μυῶν ἡ γένεσις. τῶν δὲ ὀφθαλμῶν οἱ πόροι ἐκπεφύκασι καὶ αὐτοὶ ἀπὸ τῆς βάσεως τοῦ ἐγκεφάλου, δι᾿ ὧν τὸ ὁρατικὸν πνεῦμα εἰς τοὺς ὀφθαλμοὺς διαδίδοται. ἐντεῦθεν δὲ καὶ εἰς τοὺς μυκτῆρας

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download