Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἀποφύσεις ἤρτηνται, δι᾿ ὧν τε ὀσφραινόμεθα καὶ δι᾿ ὧν ἐκκαθαίρεται ὁ ἐγκέφαλος. εἰς δὲ τὰ ὦτα ἀποφύσεις μὲν οὔκ εἰσι. τέτρηται δὲ αὕτη ἡ μῆνιγξ ἐκ τῶν ὄπισθεν καὶ σκωληκοειδῆ ἀπόφυσιν ποιεῖται, δι᾿ ἧς καὶ αὐτὰ ἀποκαθαίρεται· καὶ ἐν ἀρχῇ ταύτης τὸ λεγόμενον κωνοειδές. ἐντεῦθεν δὲ καὶ ὁ ῥαχίτης μυελὸς ἄρχεται. κοιλίας δὲ ἔχει ὁ ἐγκέφαλος δύο· κατ᾿ ἐνίους δὲ μίαν, ἔνθα τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἵδρυται. περιέχεται δὲ καὶ τὰ τοῦ κρανίου ὀστᾶ, ἄνωθεν ὑπὸ τῷ δέρματι, τῷ περικρανίῳ λεγομένῳ ὑμένι, ἐκπεφυκότι μὲν διὰ τῶν ῥαφῶν, ἐκ τῶν μηνίγγων· ἀρχὴ δὲ οὗτος γίνεται τοῦ τε ὑπεζωκότος τὰς πλευρὰς ὑμένος καὶ τοῦ διαφράγματος καὶ τοῦ περιτοναίου καὶ παντὸς ὑμένος νευρώδους. ὁ δὲ ὀφθαλμὸς συνέστηκεν μὲν καθ᾿ Ἱπποκράτην ἐκ χιτώνων δύο, οὓς μήνιγγας ὁ Ἱπποκράτης καλεῖ, ἐπειδὴ ἐκ τῶν μηνίγγων ἐκπεφύκασιν. κατὰ δὲ τοὺς νεωτέρους ἐκ τριῶν, κατ᾿ ἐνίους δὲ ἐκ τεσσάρων. πρῶτος μὲν οὖν ἔξωθέν ἐστιν ὁ κερατοειδὴς, λευκὸς μὲν κατὰ τὰ ἄλλα, κατὰ δὲ τὴν ἴριν λεπτυνόμενος διαφαίνει τὸ ὑποκείμενον χρῶμα, καθ᾿

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download