Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ὃ μέλας, ἢ γλαυκότερος, ἢ χαροπὸς φαίνεται· δεύτερος δέ ἐστιν ὁ ῥαγοειδὴς ῥαγὶ σταφυλῆς ἐοικὼς τὰ ἔνδοθεν, τετρημένος κατὰ τὴν κόρην. τρίτος δὲ ὁ ἀμφιβληστροειδὴς, ἐγκολπούμενος ὥσπερ καὶ δεχόμενος ἐπ᾿ ἄκρῳ τὸν ὑπό τινων εἰσαγόμενον τέταρτον χιτῶνα, ὃν καὶ ἄδηλον προσαγορεύουσιν. ἔστι μὲν γὰρ ὑμὴν σμικρότατός τε καὶ ἰσχνότατος. ἀλλ᾿ ὁ μὲν πρῶτος καὶ ὁ δεύτερος στερεοὶ ὑμένες καὶ χιτῶνες παχεῖς εἰσιν. ὁ δὲ τρίτος καὶ τέταρτος ἰσχνότατοι. διὸ καὶ Ἱπποκράτης τοὺς πρώτους μόνους οἶδε, λέγων. ὁ δὲ ὀφθαλμὸς μήνιγγας ἔχει δύο. ὑγρὰ δὲ περιέχουσιν οἱ ὑμένες οὗτοι τρισσὰ, τότε ὑδατοειδὲς καὶ τὸ ὑαλοειδὲς καὶ τὸ κρυσταλλοειδές· βλεφάρων δὲ τὰ μὲν ἔσωθεν σαρκώδη, τὰ δὲ μεταξὺ χονδρώδη. ἔξωθεν δὲ δέρματι σκέπεται. διὰ δὲ τὸ σκληρὸν τοῦ μεταξὺ χόνδρου πιμελὴ ὑπέστρωται αὐτῷ οἷον μάλαγμα, ἥτις ἐπὶ τὸ πολὺ πλεονάζουσα τὰς ὑδατίδας ποιεῖ. ἡ δὲ γλῶσσα σαρκώδεις μὲν τὰ πλεῖστα· διττὸν δὲ νεύρων εἶδος ἐμπέφυκεν εἰς αὐτὴν ἐκ τῆς τοῦ ἐγκεφάλου βάσεως, τὸ μὲν τῶν καλουμένων μαλακῶν νεύρων, δι᾿ ὧν τὴν αἴσθησιν

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download