Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

τὴν γευστικὴν ἐπὶ τὴν ἀρχὴν ἀναδίδωσι. τὸ δὲ τῶν σκληρῶν, δι᾿ ὧν καὶ ἡ κίνησις, ἡ προαιρετικὴ ἐπ᾿ αὐτὴν ἀναφέρεται. πρὸς δὲ τῇ ῥίζῃ αὐτῆς ἐμπέφυκεν ἡ ἐπιγλωττὶς, ἥτις ἐν τῷ καταπίνειν ἀνατρέχουσα ἐπιπωματίζει τὸν βρόγχον, ἵνα μή τι τῶν στερεῶν, ἢ ὑγρῶν ἐμπέσῃ εἰς αὐτόν. τῆς δὲ αὐτῆς αἰτίας ἕνεκα καὶ αἱ ἀντιάδες γεγόνασι, τέσσαρες οὖσαι τὸν ἀριθμὸν, δύο μὲν προφανεῖς πρὸς τῇ ῥίζῃ τῆς γλώττης ἑκατέρωθεν, δύο δὲ ἐχόμεναι τούτων ἐνδότεραι. λέγονται δὲ αὗται καὶ παρίσθμια, διὰ τὸ ἐοικέναι τὸ χωρίον ἰσθμῷ εἰς ὅ παράκεινται, μάλιστα δὲ ὅταν φλεγμαίνωσιν. διότι στενοῦσιν ἄγαν τὴν δίοδον ταύτην. ἐπεὶ δὲ δύο ὕλαις διοικεῖται τὸ ζῶον, τροφῇ καὶ πνεύματι, πνεύματος μὲν ὁδοί τε καὶ καταδοχαὶ τάδε, ῥῖνες, στόμα, βρόγχος, τραχεῖα ἀρτηρία, πνεύμων. ῥὶς μὲν καὶ στόμα πρὸς τὸ ἀναπνεῖν, ὁ δὲ γαργαρεὼν, ἵνα μὴ ἀθρόως εἰς τὸν βρόγχον προσεμπίπτῃ ψυχρὸς ἀήρ. ἀρτηρία δὲ τραχεῖα, πάροδός ἐστιν αὐτῷ εἰς τὸν πνεύμονα ἐν τῷ στήθει κείμενον, δι᾿ οὗ καὶ ἡ πᾶσα ἀναπνοὴ γίνεται, διαστελλομένου μὲν, ἵνα δέξηται 

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download