Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

αὐτὸν καθήκουσαι φλέβες, δι᾿ ὦν ἡ πλείστη ἀνάδοσις γίνεται ἐπὶ πύλας ἥπατος. συνάπτεται δὲ αὐτῇ τὸ λεπτὸν ἔντερον, ὡς μέρος αὐτῆς δοκεῖν εἶναι· ἔοικε γὰρ νήστει ἡπλωμένῃ. ἑξῆς δὲ τὸ τυφλὸν ἔντερον, πρὸς ὑποδοχὴν τῆς τροφῆς. ἐπὶ δὲ τούτῳ τὸ κῶλον πρὸς ὑποδοχὴν τῶν διακεκριμένων περιττωμάτων ἐκ τῆς ἀναδόσεως, διαβαῖνον δὲ ἐπὶ τὰ δεξιὰ ὑπὲρ ὀμφαλὸν ἐντὸς τοῦ ἥπατος καὶ τοῦ σπληνὸς εἰς τὰ κάτω πάλιν φέρεται διαζῶσαν τὸ ἐπιγάστριον ὅλον καὶ τελευτᾷ κατὰ τὸ ἀπευθυσμένον. δύο τοίνυν πόροι ἀρχόμενοι ἀπὸ τῆς τοῦ στόματος εὐρυχωρίας, ὁ μὲν κατὰ τὸ ἔμπροσθεν τοῦ τραχήλου τέτακται καὶ καλεῖται βρόγχος, ἢ τραχεῖα ἀρτηρία. ὅθεν δὲ ἄρχεται, καθ᾿ ἃ ἀνεστόμωται φάρυγξ λέγεται, ἢ λάρυγξ. συνέστηκε δὲ ὁ πᾶς πόρος, ἐκ χόνδρων οἷον κρικοειδῶν, ἢ κυκλοτερῶν, ἵνα ἀσύμπτωτος μένῃ πρὸς τὸ ἀδιαλείπτως εἰσπνεῖν τὸ ζῶον, διὸ καὶ ἀεὶ ἀναπέπταται αὐτοῦ τὸ στόμα. τροφῆς μὲν γὰρ ἀποσχέσθαι ἐπὶ πλεῖστόν ἐστιν ὑπομένειν, μὴ εἰσπνεῖσθαι δὲ, οὐδὲ τὸ ἀκαριαῖον· διὰ τοῦτο δὲ καὶ καθαρὰν τῷ

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download