Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

χολῆς, ἢ ὑπὸ φλέγματος ἁλμυροῦ. συνίσταται δὲ ὁτὲ μὲν σὺν πυρετῷ ὀξεῖ, ὁτὲ δὲ χωρὶς πυρετοῦ. θεραπεία δὲ ἡ μὲν γενναιοτάτη καὶ ὀξυτάτη εὐθὺς ἐν ἀρχῇ διὰ φλεβοτομίας, μετὰ δὲ ταῦτα διὰ τῶν ἀποφλεγματιζόντων φαρμάκων καὶ τῶν ἔξωθεν ἐπιτιθεμένων κηρωτῶν. Ἀσκληπιάδης δὲ ἐπὶ τῶν ἄκρως πνιγομένων καὶ λαρυγγοτομεῖ. πλευρῖτις δέ ἐστι φλεγμονὴ περὶ τὸ πλευρὸν ἐκ τῶν ἔνδον, μετὰ πυρετοῦ ὀξέος καὶ ἀλγημάτων σφοδρῶν καὶ βηχός. γίνεται δὲ ὑπὸ χολῆς μάλιστα. θεραπεία δὲ ἐν ἀρχῇ μὲν φλεβοτομία, εἶτα ἡ διὰ τῶν καταπλασμάτων καὶ ξηρῶν πυριῶν, οἷον κέγχρων καὶ ἁλῶν· τρίτη ἡ διὰ τῶν ἀνακαθαιρόντων ἔνδοθεν φαρμάκων πλευριτικῶν ἐπιγραφομένων. φυλάττεσθαι δὲ ἐπὶ τούτων τὰς τῆς κοιλίας ῥύσεις. ἡ δὲ περιπνευμονία τοῖς μὲν δοκεῖ φλεγμονὴ βαρεῖα εἶναι περὶ πνεύμονα καὶ τῷ βάρει τοῦτο διαδείκνυται. τοῖς δὲ οὐ δοκεῖ ὁ πνεύμων δύνασθαι φλεγμαίνειν, τὰ πλησίον δὲ αὐτοῦ φασὶν ἐν τοιαύτῃ διαθέσει γινόμενα οὕτως ὀνομάζεσθαι αὐτὴν ποιεῖ. συνίσταται δὲ τὸ πάθος τοῦτο μετὰ πυρετοῦ ὀξέος καὶ ὑπὸ

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download