Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

τῶν αὐτῶν αἰτίων ὧν ἡ πλευρῖτις· κατὰ δέ τινας ὑπὸ φλέγματος. θεραπεία δὲ τὰ πολλὰ ὁμοία τῇ πλευρίτιδι. ἡ δὲ καρδιακὴ διάθεσις οὐκ ἀπὸ τοῦ περὶ καρδίαν εἶναι τὸ πάθος οὕτως ὠνομάσθη, ἀλλ᾿ ἐπεὶ καρδίαν οἱ παλαιοὶ τὸν στόμαχον ἐκάλουν. τούτου δὲ ἀναλυομένου ἐν πυρετῷ ὀξεῖ συμβαίνει τοὺς κάμνοντας διαφορεῖσθαι. γίνεται δὲ τὸ πάθος ὡς ἐπὶ τὸ πολὺ μὲν ἐκ τῶν ἀμέτρων ἀποσιτιῶν, ἢ ἐκ φλεβοτομίας ἀκαίρου, ἤ τινος ἀφαιρέσεως ἀλόγου παραληφθείσης. διὸ τροφῆς δέονται τῆς εὐαναδότου καὶ ἀναθερμαινούσης, ὥσπερ δι᾿ οἴνου καὶ χιόνος καὶ τῶν στερεῶν ὅσα τροφιμώτερα καὶ τὸν στόμαχον τονοῦν δυνάμενα. ἔστι δὲ ὅτε καὶ φλεγμαινόντων τῶν ἔνδον, μάλιστα δὲ τοῦ ἥπατος, τοῦτο γίνεται, ὅτε τοὐναντίον, ἀφαιρέσεως δεῖται καὶ καταπλάσεως τῆς ἐπὶ τῶν φλεγμαινόντων. ἴκτερος δέ ἐστιν ἀνάχυσις χολῆς εἰς τὴν ἐπιφάνειαν, ὁτὲ μὲν σὺν πυρετῷ ὀξεῖ, ὁτὲ δὲ καὶ ἄνευ πυρετοῦ, μετὰ ἐγκαύσεως τῶν ἔνδον καὶ κακοστομαχίας. δεῖται δὲ, εἰ μὲν τὰ μέσα φλεγμαίνει, καταπλασμάτων πρῶτον καὶ εἰ πλῆθος ὑποκέοιτο φλεβοτομίας,

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download