Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

εἰ δὲ μὴ, τῶν τὴν χολὴν κενούντων ἢ διὰ κοιλίας καὶ ἐντέρων, ἢ δι᾿ οὔρων, ἢ διὰ ῥινῶν, ἢ δι᾿ ἱδρώτων. ἡ δὲ χολέρα διττή ἐστι καθ᾿ Ἱπποκράτην, ἡ μὲν ὑγρὰ, ἣν καὶ πολλοὶ ἴσασι μετ᾿ ἐκκρίσεως σφοδρᾶς καὶ χολώδους καὶ κάτωθέν τε καὶ ἄνωθεν καὶ στροφῶν χαλεπῶν μετὰ τῶν ἐπιγινομένων σπασμῶν καὶ συνολκῶν κατὰ τὰς γαστροκνημίας μάλιστα· ἐπιμέλεια δὲ ἐπιβροχῶν μὲν θερμῶν κατὰ τῶν συνελκομένων· καὶ λουτροῦ μετὰ τὴν ἀποκάθαρσιν καὶ τροφῆς εὐδιοικήτου τε καὶ εὐανοδότου καὶ εὐστομάχου. τὸ δὲ ἕτερον εἶδος ξηρὰν χολέραν καλεῖ ὁ Ἱπποκράτης, ὑπὸ μὲν τοῦ αὐτῷ αἰτίου γινομένην καὶ περὶ τὰ αὐτὰ συνισταμένην, ἄνευ μέντοι ῥύσεως κοιλίας καὶ ἐμέτων. διὸ καὶ δεῖται προανέσεως τε καὶ διὰ καταπλασμάτων καὶ οὐ προσφορᾶς, ἀλλὰ τοὐναντίον ἐνδείας. εἰλεὸς δὲ καὶ κωλικὴ διάθεσις φλεγμοναί εἰσιν ἐντέρων, ἡ μὲν τοῦ λεπτοῦ, ἡ δὲ τοῦ κώλου. διὸ καὶ ἀποκλείεται τά τε διαχωρήματα καὶ αἱ φῦσαι ἐνειλούμεναι τοῖς ἐντέροις, τῷ μὴ ἔχειν τὴν ἔξοδον,

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download