Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἀλγήματα σφοδρὰ παρέχουσι καὶ στρόφους. ὀξύτερον δὲ καὶ τῇ διαθέσει καὶ τοῖς συμπτώμασιν ὁ εἰλεὸς καὶ κινδυνωδέστερος. ἔμετοί τε γίνονται τῶν εἰλεωδῶν, τοῖς ἐσχάτως ἔχουσιν ἑκάτερον τὸ πάθος. ἐν ἀρχῇ μὲν ·φλεβοτομίᾳ ὁ εἰλεὸς μάλιστα ἰᾶται, τὰ πολλὰ δὲ ἀσιτίαις καὶ καταπλάσμασι τοῖς ἀνιεῖσι καὶ λύουσι τὰς φλεγμονάς. ἐνεργέστερον δὲ βοηθεῖ τὰ ἔνδοθεν ἐνιέμενα κωλικὰ φάρμακα. τῶν τε γὰρ ἀλγημάτων ῥύεται καὶ ὕπνον ἐπάγει καὶ τὴν διαχώρησιν κινεῖ. ἀποπληξία δὲ γίνεται μὲν διὰ πλῆθος ὑγρῶν παχέων, ἐμφραττόντων τὰ ἀπὸ τῆς κεφαλῆς ἀγγεῖα, τὰ διαδιδόντα εἰς πᾶν τὸ σῶμα τὴν αἴσθησιν καὶ τὴν κίνησιν, διὸ καὶ ἀναίσθητοι καὶ ἄφωνοι καὶ ἀκίνητοι γίνονται ἀπόπληκτοι. λέγει δὲ Ἱπποκράτης περὶ τοῦδε τοῦ πάθους. ἀποπληξίην ἰσχυρὴν μὲν λύειν ἀδύνατον, ἀσθενέα δὲ οὐ ῥηΐδιον. φλεβοτομεῖν δὲ εὐθὺς τοὺς κεκρατημένους, ἐὰν καὶ τὰ τῆς ἡλικίας συνᾴδῃ καὶ ἡ δύναμις ὑπακούῃ. τέτανος δὲ καὶ ὀπισθότονος καὶ ἐμπροσθότονος περὶ τὰ νεῦρα πάθη. εἶδος δέ ἐστιν ἑκάτερον σπασμοῦ τῶν ἀπὸ τῆς κεφαλῆς νεύρων, δι᾿ ὧν τὴν

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download