Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἀλγήματα καὶ δυσχέρεια περὶ τὴν τοῦ οὔρου ἔκκρισιν. λύει δὲ φλεγμονὴν κύστεως κατάπλασμα καὶ ἐπιβροχαὶ καὶ ἔνδεια τροφῆς. εἰ δὲ ὑπερβάλλοι καὶ ἀφαίρεσις αἵματος διὰ φλεβοτομίας. ἕλκωσιν δὲ σημαίνει, ποτὲ μὲν αἱματώδη ἐκκρινόμενα, ποτὲ δὲ πυώδη, ἔστι δὲ ὅτε μυξώδη καὶ τὰ περὶ τὸ ἐφήβαιον ἀλγήματα. ἴασις δὲ διὰ τῶν ἐπιθεμάτων καὶ μάλιστα γλυκυχυμία καὶ εὔχυμος τροφὴ προσφερομένη. καὶ τὰ ἔνδοθεν διδόμενα πρὸς ἕλκωσιν κύστεως καὶ τὸ Βισσίνου φάρμακον. πάρεσιν δὲ κύστεως, δηλοῖ μὲν καὶ ἡ τῶν οὔρων ἀπροαίρετος ἔκκρισις. δυσίατον δὲ, ἢ καὶ ἀνίατον τὸ πάθος. λίθον δὲ ἐν κύστει ὄντα, σημειοῦνται μὲν ἀκριβέστατα οἱ δάκτυλοι καθιέμενοι εἰς τὸ ἀπευθυσμένον ἐπὶ τῆς ἕδρας, ὥς τε ἐπικάμπτεσθαι τὸν λιχανὸν δάκτυλον ἐπὶ τὸν μέσον τοῖς ἄκροις καὶ ἐπὶ τὸ ἔμπροσθεν ἐπὶ τὴν κύστιν, ἔνθα καὶ ἐντυγχάνουσι τῷ λίθῳ ἐμπλέοντι καὶ ἀναφέρουσιν αὐτὸν εἰς τὸν τράχηλον τῆς κύστεως. λίθων δὲ διαφοραὶ πλείονες· οἱ μὲν γὰρ αὐτῶν προσφυεῖς, οἱ δὲ ἀπόλυτοι, καὶ οἱ μὲν εὔθραυστοι, οἱ δὲ δύσθραυστοι. δυσίατοι μὲν οὖν

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download