Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

τὸν στόμαχον, ἢ ἀδυνατοῦντα τὴν φυσικὴν ἐνέργειαν ἀποδιδόναι τὴν ὀρεκτικὴν, ὡς καὶ ὀφθαλμοὺς ἀμβλυωπεῖν δι᾿ ἀτονίαν τοῦ ὁρατικοῦ πνεύματος. πρὸς δὲ τὴν τοιαύτην ἀνορεξίαν χρὴ τὰ προκλητικὰ καὶ ὑπομνηστικὰ τῆς ὀρέξεως προσφέρειν. ἀκρατὴς δὲ γίνεται ὁ στόμαχος τῶν προσφερομένων καὶ διὰ πλάδον, μάλιστα δὲ δι᾿ ἀτονίαν καὶ ἀσθένειαν, ὡς καὶ χεὶρ παρειμένη οὐκ ἴσχει ὧν ἂν ἐφάπτηται. χρὴ οὖν τονοῦν αὐτὸν καὶ ἰσχυροποιεῖν, τότε ὅλον τὸ σῶμα ἀνατρέφειν. περὶ δὲ κοιλίαν γίνεται μὲν πολλὰ τῶν περὶ τὸν στόμαχον πλὴν τῆς ἀνορεξίας. τὸ δὲ μὴ πέπτειν τὰ σιτία ἴδιον αὐτῆς καὶ τὰ πλεῖστα περὶ αὐτὴν γίνεται, ᾧ πάθος ἕπεται ἡ διάῤῥοια. τὰ μὲν οὖν ἄλλα ὁμοίως ἰατέον τοῖς περὶ τὸν στόμαχον. τὴν δὲ διάῤῥοιαν ἀκριβῶς ἐξεταστέον, δι᾿ ἣν αἰτίαν ἀπεπτηθείσης τῆς τροφῆς γίνεται. καὶ εἰ μὲν διὰ φλεγμονὴν, καταπλάττειν καὶ ἐπιβρέχειν, εἰ δὲ διὰ φλέγμα παρακείμενον ποιοῦν τὸν πλάδον, ἀναξηραίνειν τῇ διαίτῃ τὴν ὑγρότητα, εἰ δὲ παρὰ χολῆς πλῆθος, τὴν χολὴν καθαίρειν, εἰ δὲ δι᾿ ἀτονίαν, ὡς τοῖς ἀτονοῦσι τόνον

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download