Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἐμποιεῖν τῷ σώματι. εἰ δὲ παρ᾿ αὐτὴν τὴν ποιότητα τῶν προσενεχθέντων δυσπέπτων ὄντων, ἢ εὐφθάρτων, ἤ τι ἐχόντων ἀλλότριον, ἀποθεραπεύσαντα παραιτεῖσθαι τὰ τοιαῦτα. δυσεντερία δέ ἐστι πάθος περὶ τὰ ἔντερα· γίνεται δὲ ἐπὶ διαῤῥοίᾳ χρονιζόντων τῶν διεφθαρμένων καὶ διεσθιόντων καὶ ἑλκούντων τὰ ἔντερα. γίνεται δὲ καὶ ἄνευ διαῤῥοίας ἐξ ἀρχῆς, ὑπὸ χυμοῦ τινος δριμέος διαφαγόντος τὸ ἔντερον. ἔστι δὲ ὅτε καὶ ἐπὶ λύσει νοσήματος γίνεται ἡ δυσεντερία, ἣν ἀπαγορεύει ὁ Ἱπποκράτης ἰᾶσθαι, μὴ ἐκ τῆς ἐποχῆς ἕτερόν τι μεῖζον ἐπιγίνηται νόσημα. τὴν μὲν οὖν ἐκ διαῤῥοίας γενομένην ἰᾶται τοῖς στέλλουσι καὶ ἱστᾶσι τὸ ῥεῦμα, τὴν δὲ ἔκ τινος δήξεως χυμοῦ δριμέος ἰᾶται τοῖς καταγλυκαίνουσι καὶ κατακεράσαι δυναμένοις, ἐκκλύζων τε τὰ αὐτὰ τὰ ἡλκωμένα τοῖς ὁμοίοις. χρονίζοντος μέντοι τοῦ πάθους νομώδη καὶ σεσηκότα εἴωθεν διαχωρεῖν, ὅτε ἁρμόζουσιν οἱ ἐνιέμενοι τροχίσκοι, οἱ διὰ σανδαράχης καὶ τιτάνου καὶ ἀρσενικοῦ καὶ τῶν τοιούτων συντιθέμενοι. μὴ 

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download