Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

ἐλεφάντων δέρμα. αἴτιον δὲ τοῦ πάθους φλέγμα παχὺ καὶ χολὴ μέλαινα, ἢ βλεννώδης μάλιστα ἐνσπειρομένη. οἱ γὰρ χυμοὶ οὗτοι θηριῶδες αὐτὸ ἀποφαίνουσιν. διὸ καὶ μόνη θεραπεία ἀνύσιμος ἐπὶ τῶν ἐλεφαντιώντων, ἡ δι᾿ ἑλλεβόρου λευκοῦ καὶ μέλανος. τινὲς δὲ τῶν παλαιοτέρων εἰς ἓξ διαιροῦσι τὸ πάθος αὐτὸ, εἰς ἐλεφαντίασιν, λεοντίασιν, ὀφίασιν, λέπραν καὶ ἀλωπεκίαν καὶ λώβην. ἐλεφαντίασιν μὲν οὖν λέγουσι τὴν ἐμφερῆ κατὰ τὸ δέρμα καὶ κατὰ τοὺς πόδας ἐλέφαντι· παχεῖς γὰρ καὶ οὗτοι τοὺς πόδας ἔχουσιν οἱ τῷ πάθει τούτῳ περιπεσόντες δηλονότι, ὥσπερ ἐκεῖνοι· λεοντιᾷν δέ φασι τοὺς ὀχθώδεις ἐπαναστάσεις ἔχοντας, ἢ καὶ οἰδηματώδεις καὶ πυῤῥοτέρους ὄντας δίκην λεόντων. ὀφίασιν δὲ τὴν ἐκδέρουσαν τοὺς ἁλόντας ὡς ὄφεις. ἀλωπεκίαν δὲ ἀπὸ μεταφορᾶς τῶν ζώων ἐκείνων· λώβην δὲ, τὴν τὰ ἄκρα χειρῶν τε καὶ ποδῶν διαφθείρουσαν καὶ τοὺς τῶν τοιούτων μελῶν ἐστερημένους, λελωβημένους. λέπραν δὲ τὴν τραχύνουσαν τὸ δέρμα καὶ οἷον ὁρᾶται ἐπὶ τῶν λεπρῶν, ποιουμένην. ὁ δὲ λειχὴν πάθος μὲν καὶ αὐτὸς δέρματος.

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download