Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

δὲ τῶν πεπτικῶν· τὸ δὲ τῶν βηχικῶν· τὸ δὲ τῶν ἀνωδύνων· τὸ δὲ τῶν ἀλεξιφαρμάκων· τὸ δὲ τῶν καθαιρόντων. καὶ τὰ μὲν ἡπατικὰ ἰδίως· τὰ δὲ σπληνικά· τὰ δὲ νεφριτικά· τὰ δὲ πρὸς τοὺς ἐν τῇ κύστει λίθους καὶ ἕλκη· τὰ δὲ πρὸς ὑστέραν· τὰ μὲν δὴ στοματικά ἐστι, τὰ δὲ πρὸς οὖλα αἱμασσόμενα, σηπόμενα, βεβρωμένα καὶ ὀδόντας καὶ ὅσα πρὸς ἄφθας καὶ ἐσχάρας, ὅσα τε πρὸς σταφυλὴν κεχαλασμένην. τῶν δὲ πεττικῶν τὰ μέν ἐστι πρὸς ἀτονίαν στομάχου, ἢ κοιλίας· τὰ δὲ πρὸς ἐμπνευμάτωσιν τούτων· τὰ δὲ πρὸς αἵματος ἀναγωγήν· τὰ δὲ πρὸς πλευριτικοὺς, ἢ περιπνευματικούς· τὰ δὲ πρὸς φθισικούς· τὰ δὲ πρὸς ἀσθματικοὺς, ἢ ὀρθοπνοϊκούς· τὰ δὲ πρὸς τραχύτητά τε ἀρτηρίας καὶ φωνῆς ἐκκοπήν. τῶν δὲ ἀνωδύνων τὰ μὲν πρὸς νεφριτικοὺς, τὰ δὲ πρὸς κοιλίας ῥύσεις καὶ δυσεντερίας καὶ πρὸς κωλικοὺς καὶ εἰλεώδεις. κοινῶς δὲ πάντα πρὸς πᾶσαν ὀδύνην. τὰ δὲ ἀλεξιφάρμακα τὰ μὲν ἁπλᾶ, ἄλλα πρὸς ἄλλο δηλητήριον. ἡ δὲ θηριακὴ πρὸς· πάντα καὶ προσλαμβανομένη καὶ ἐπιδιδομένη. τῶν δὲ καθαιρόντων τὰ μὲν ἄνωθεν καθαίρει,

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download