Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

σώματος, ἐκ σήψεως ἀπολλυμένων. γίνεται δὲ τὸ αὐτὸ τοῦτο καὶ περὶ τὰ βλέφαρα καὶ ὀγκωδέστερα φαίνεται καὶ συνεχῶς ῥευματίζεται, πλείονος πιμελῆς περὶ αὐτὰ γινομένης. κριθὴ δὲ, ἣ καὶ ποσθία λέγεται, ὅταν τὸ ἐντὸς τῶν βλεφάρων πρὸς ταῖς στεφανιαίαις ὑπόπυον παράμηκες, ὅμοιον κριθῇ κατὰ τὸ σχῆμα γένηται. γίνεται δὲ καὶ ἄλλα μείζονα κατὰ μέσα βλέφαρα κριθὴ λεγόμενα. λιθίασις δέ ἐστιν, ὅταν ἐκστραφέντων τῶν βλεφάρων ὅμοια πώροις περὶ τὰ βλέφαρα ὑπάρχῃ λευκὰ καὶ παχέα καὶ οἷον λίθοις ἐμφερῆ νύσσοντα τὸν ὀφθαλμόν. φθειριᾷν δέ φαμεν τὰ βλέφαρα, ὅταν περὶ τὰ τετριχωμένα πλατέες πολλαὶ φθεῖρες σμικραὶ γίνωνται. διτριχιᾷν δὲ λέγεται ὁ ὀφθαλμὸς, ὅταν ὑπὸ τὰς κατὰ φύσιν τρίχας ἄλλαι ὑποφυεῖσαι νύσσωσι τὸν ὀφθαλμὸν καὶ ῥευματίζωσι. πτίλωσις δέ ἐστιν, ὅταν ἄλλαι μὲν ὑποφύουσιν, αὗται δὲ αἱ κατὰ φύσιν συμπεσοῦσαι καὶ κατακλασθεῖσαι νυγμοὺς παρέχουσι. φαλάγγωσις δέ ἐστιν, ὅταν διστιχία, ἢ τριστιχία τῶν ὑποφυομένων τριχῶν ᾖ ἐν τῷ ἄνω, ἢ ἐν τῷ κάτω βλεφάρῳ. παραλελύσθαι δὲ λέγεται ὁ ὀφθαλμὸς, ὅταν

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download