Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

αὐτὸν ἐπιλείπωσιν αἱ φυσικαὶ κινήσεις καὶ μὴ δύνηται ἀναβλέπειν, ἢ κάτω βλέπειν, ἀναίσθητος δὲ ᾖ. πολλάκις δὲ καὶ περὶ μέρη τινὰ τοῦ ὀφθαλμοῦ τοῦτο συμβαίνει. ἐκτετράφθαι δὲ λέγουσι τὰ βλέφαρα, ὅταν ἐπὶ πλέον ἐκτραπῇ ἑλκωθέντων ἐξοφθαλμιῶν. ἐγκανθίδα δὲ λέγουσιν, ὅταν ἐξ ἑλκώσεως ὑπερσαρκώσῃ ὁ κανθὸς πρὸς τὴν ῥῖνα. πάσχουσι δὲ τοῦτο μάλιστα οἱ θαλασσουργοί. πτερύγιον δὲ λέγουσιν, ὅταν ἐπὶ πλέον ἑλκωθέντος καὶ ὑπερσαρκώσαντος τοῦ λευκοῦ ὑμὴν λεπτὸς καὶ νευρώδης ἐπιδράμῃ τὸν ὀφθαλμὸν, ἀρξάμενος ἀπό τινος τῶν κανθῶν, ἕως τοῦ μέλανος καὶ τῆς κορυφῆς ἐφάψηται. ῥοιὰς δὲ ἐστιν ἐπὶ ὀφθαλμῷ, ὅταν ἔκ τινος αἰτίας ἀδήλου ὁ κανθὸς παρέλθῃ, ἢ ἐκ χειρουργίας ἀρθῇ καὶ μηκέτι στέγειν τὸ δάκρυον οἷόν τε ᾖ, ἀλλὰ ῥευματίζεται. προσφύεται δὲ τὰ βλέφαρα ἢ τῷ λευκῷ ἢ τῷ μέλανι ἒξ ἑλκώσεως. καὶ ἐὰν μὲν τῷ μέλανι προσφυῇ, τελέως κωλύει τὴν ὅρασιν, ἐὰν δὲ τῷ λευκῷ, ἧττον· καλεῖται δὲ ἀγκύλωσις. αἰγίλωπα δὲ λέγουσιν, ἢ ἀγχίλωπα, ὅταν ἀπόστημά τι γένηται πρὸς τῷ κανθῷ τῷ παρὰ τῇ ῥινὶ πῦον περιέχον, ἢ

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download