Digital Corpus for Graeco-Arabic Studies

pseudo-Galen: Introductio Seu Medicus (Introduction)

Kühn 1827

λιπαῖνον τὸ ὀστέον συῤῥηγνύμενον, ἢ εἰς κανθὸν, ἢ εἰς ῥῖνα περιχεῖ τὸ ὑγρόν. ψυδράκιον δ᾿ ἐστὶ κοινῶς λεγόμενον περὶ πᾶν τὸ σῶμα καὶ περὶ τὸ λευκὸν τοῦ ὀφθαλμοῦ γίνεται, οἶον ἐξάνθημα ἐξ ἄκρου ἐρευθές. ἕλκος δὲ γίνεται περὶ τὸ μέλαν, ἢ τὸ λευκὸν, ὅταν ἡ ἐπιδερμὶς διαιρεθῇ μηνοειδὴς, ἢ στρογγύλη τὸ σχῆμα, κοιλότερον, ὁμόχρουν ἢ ὑπόλευκον. ὑπόσφαγμα δὲ λέγουσιν, ὅταν ὑπὸ πληγῆς ῥαγέντων τῶν ἐν τῷ πρώτῳ χιτῶνι ἀγγείων μεταξὺ τῆς κτηδόνος τοῦ λευκοῦ καὶ τοῦ ἐντὸς χιτῶνος αἷμα ὑπέλθῃ, καὶ παραχρῆμα μὲν ἔναιμον ᾖ τὸ χρῶμα τοῦ ὀφθαλμοῦ, ὕστερον δὲ πελιδνόν. χήμωσις δέ ἐστιν, ὅταν ἐκ φλεγμονῆς σφοδροτέρας ἀμφότερα τὰ βλέφαρα ἐκτραπῇ καὶ μὴ ὅλον σκέπῃ τὸν ὀφθαλμόν. κυρίως δὲ χήμωσις λέγεται, ὅταν τὸ λευκὸν ἑκατέρωθεν τῆς ἴριδος φλεγμάνῃ, κατὰ δὲ τὴν ἴριν κοιλαινόμενον, ὅμοιον τοῖς σχήμασι τῇ καλουμένη χήμῃ. κοιλώματα δὲ λέγεται ἐπὶ ὀφθαλμοῦ ὅσα στρογγύλα καὶ κοῖλα ἕλκη πλατύτερα τῶν βοθρίων γίνεται ἐν αὐτῷ περὶ τὴν ἴριν. ἄργεμον δέ ἐστιν, ὅταν κατὰ τὸν τῆς ἴριδος κύκλον καὶ τὸ λευκὸν, 

Work

Title: pseudo-Galen: Introductio Seu Medicus
English: Introduction
Original: Εἰσαγωγὴ ἢ ἰατρός

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 674-797

Publisher: Cnobloch, Leipzig

Download