De Anatomicis Administrationibus I-IX,5 (On Anatomical Procedures)
Kühn 1821
μὲν ἤδη τι προδεδειγμένοις βεβαιοῦσαν ἃ μεμαθήκασι, τοῖς
δ’ οὐδὲν προεπισταμένοις ἀδυνατοῦσαν διδάσκειν τὸ πᾶν.
ἀλλ’ ἐπὶ τὸ προκείμενον ἰτέον. ἁπάντων, ὡς ἔφην, τῶν
ὀστῶν κατανοῆσαι χρὴ τὴν φύσιν, εἴτ’ ἐπὶ ἀνθρώπου σώματι,
εἴτ’ ἐν πιθήκου, εἰ δυνηθείης, ἄμεινον δ’ ἐπ’
ἀμφοῖν, εἶθ’ ἑξῆς ἐπὶ τὴν τῶν μυῶν ἀνατομὴν ἐλθεῖν.
ὑποβέβληται γὰρ ἄμφω ταῦτα τὰ μόρια τοῖς ἄλλοις
ἅπασιν, οἷόν περ θεμέλια. μετὰ δὲ ταῦτα δυνήσῃ μανθάνειν
ὅ τι περ ἂν ἐθελήσαις πρῶτον, εἴτ’ οὖν ἀρτηρίας,
εἴτε φλέβας, εἴτε νεῦρα. ταῖς τούτων ἀνατομαῖς ὁμιλοῦντί
σοι καὶ ἡ τῆς τῶν σπλάγχνων φύσεως ἐπίγνωσις ἔσται.
εἶτα δὲ ἐντέρων τε καὶ πιμελῆς καὶ ἀδένων ὑπάρξει γνῶσις·
ἃ πάλιν αὐτὰ καθ’ ἑαυτὰ λεπτομερέστερον ἐπισκέπτεσθαι
προσήκει. γυμνάζεσθαι μὲν οὖν σε τῇδε τῇ τάξει
βέλτιον. ἄλλως δ’ ἐπιδεικνύντα παρασκευάσαι χρὴ τὸ προβληθὲν
ὑπ’ αὐτοῦ μόριον ὅτι τάχιστα γυμνῶσαί τε καὶ
δεῖξαι πολυειδέστερον, ἄλλοτε κατ’ ἄλλην ἐπιβολὴν, ὡς
διδάξω. παρεσκευάσθαι δ’ ἄμεινον, ὅταν ἀπορῇς πιθήκων,
Work
Title: De Anatomicis Administrationibus I-IX,5
English: On Anatomical Procedures
Original: Ἀνατομικαὶ ἐγχειρίσεις
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 2
Pages: 205-731
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_006.xml [1.0 Mb]